Isaiah 60

CHAPTER 60

The Glory of The LORD upon Jerusalem

φωτίζου φωτίζου Ιερουσαλήμ ήκει γαρ σου το φως και η δόξα κυρίου επί σε ανατέταλκεν ιδού σκότος καλύψει γην και γνόφος επ΄ έθνη επί δε σε φανήσεται κύριος και η δόξα αυτού επί σε οφθήσεται και πορεύσονται έθνη τω φωτί σου και βασιλείς τη λαμπρότητί σου άρον κύκλω τους οφθαλμούς σου και ίδε συνηγμένα πάντα τα τέκνα σου ήκασι πάντες οι υιοί σου μακρόθεν και αι θυγατέρες σου επ΄ ώμων αρθήσονται τότε όψει και φοβηθήση και εκστήση τη καρδία ότι μεταβαλεί εις σε πλούτος θαλάσσης και εθνών και λαών και ήξουσί σοι αγέλαι καμήλων και καλύψουσί σε κάμηλοι Μαδιάμ και Γαιφάρ πάντες εκ Σαβά ήξουσι φέροντες χρυσίον και λίβανον και το σωτήριον κυρίου ευαγγελιούνται και πάντα τα πρόβατα Κηδάρ συναχθήσονταί σοι και κριοί Ναβαιώθ ήξουσί σοι και ανενεχθήσεται δεκτά επί το θυσιαστήριόν μου και ο οίκος της προσευχής μου δοξασθήσεται τίνες οίδε ως νεφέλαι πέτανται και ωσεί περιστεραί συν νοσσοίς εμέ νήσοι υπέμειναν και πλοία Θαρσείς εν πρώτοις αγαγείν τα τέκνα σου μακρόθεν και τον άργυρον και τον χρυσόν αυτών μετ΄ αυτών διά το όνομα κυρίου το άγιον και διά τον άγιον του Ισραήλ ένδοξον είναι 10 και οικοδομήσουσιν αλλογενείς τα τείχη σου και οι βασιλείς αυτών παραστήσονταί σοι διά γαρ οργήν μου επάταξά σε και διά έλεον ηγάπησά σε 11 και ανοιχθήσονται αι πύλαι σου διαπαντός ημέρας και νυκτός ου κλεισθήσονται εισαγαγείν προς σε δύναμιν εθνών και βασιλείς αυτών αγομένους 12 τα γαρ έθνη και οι βασιλείς οίτινες ου δουλεύσουσί σοι απολούνται και τα έθνη ερημία ερημωθήσονται 13 και η δόξα του Λιβάνου προς σε ήξει εν κυπαρίσσω και πεύκη και κέδρω άμα δοξάσαι τον τόπον τον άγιόν μου και τόπον ποδών αυτών δοξάσω 14 και πορεύσονται προς σε δεδοικότες υιοί των ταπεινωσάντων σε και προσκυνούσι τα ίχνη των ποδών σου πάντες οι παρώξυνάν σε και κληθήση πόλις κυρίου Σιών αγίου Ισραήλ 15 διά το γεγενήσθαι σε εγκαταλελειμμένην και μεμιστημένην και ουκ ην ο βοηθών και θήσω σε αγαλλίαμα αιώνιον ευφροσύνην γενεαίς γενεών 16 και θηλάσεις γάλα εθνών και πλούτον βασιλέων φάγεσαι και γνώση ότι εγώ κύριος ο σώζων σε και εξαιρούμενός σε θεός Ιακώβ 17 και αντί χαλκού οίσω σοι χρυσίον αντί δε σιδήρου οίσω σοι αργύριον αντί δε ξύλων οίσω σοι χαλκόν αντί δε λίθων σίδηρον και δώσω τους άρχοντας σου εν ειρήνη και τους επισκόπους σου εν δικαιοσύνη 18 και ουκ ακουσθήσεται έτι αδικία εν τη γη σου ουδέ σύντριμμα ουδέ ταλαιπωρία εν τοις ορίοις σου αλλά κληθήσεται σωτήριον τα τείχη σου και αι πύλαι σου γλύμμα 19 και ουκ έσται σοι έτι ο ήλιος εις φως ημέρας ουδέ ανατολή σελήνης φωτιεί σοι την νύκτα αλλ΄ έσται σοι κύριος φως αιώνιον και ο θεός δόξα σου 20 ου γαρ δύσεται ο ήλιός σοι και η σελήνη σοι ουκ εκλείψει έσται γαρ σοι κύριος φως αιώνιον και αναπληρωθήσονται αι ημέραι του πένθους σου 21 και ο λαός σου πας δίκαιος και δι΄ αιώνος κληρονομήσουσι την γην φυλάσσων το φύτευμα έργα χειρών αυτού εις δόξαν 22 ο ολιγοστός έσται εις χιλιάδας και ο ελάχιστος εις έθνος μέγα εγώ κύριος κατά καιρόν συνάξω αυτούς
Copyright information for ABPGRK