Isaiah 61

CHAPTER 61

The Anointed One

πνεύμα κυρίου επ΄ εμέ ου είνεκεν έχρισέ με ευαγγελίσασθαι πτωχοίς απέσταλκέ με ιάσασθαι τους συντετριμμένους τη καρδία κηρύξαι αιχμαλώτοις άφεσιν και τυφλοίς ανάβλεψιν καλέσαι ενιαυτόν κυρίου δεκτόν και ημέραν ανταποδόσεως παρακαλέσαι πάντας τους πενθούντας δοθήναι τοις πενθούσι Σιών δόξαν αντί σποδού άλειμμα ευφροσύνης τοις πενθούσι κατά στολήν δόξης αντί πνεύματος ακηδίας και κληθήσονται γενεαί δικαιοσύνης φύτευμα κυρίου εις δόξαν και οικοδομήσουσιν ερήμους αιωνίας εξηρημωμένας πρότερον εξαναστήσουσι και καινιούσι πόλεις ερήμους εξηρημωμένας εις γενεάς και ήξουσιν αλλογενείς ποιμαίνοντες τα πρόβατά σου και αλλόφυλοι αροτήρες και αμπελουργοί υμείς δε ιερείς κυρίου κληθήσεσθε λειτουργοί θεού ημών ρηθήσεται υμίν ισχύν εθνών κατέδεσθε και εν τω πλούτω αυτών θαυμασθήσεσθε ούτως εκ δευτέρας κληρονομήσουσι την γην και ευφροσύνη αιώνιος υπέρ κεφαλής αυτών εγώ γαρ ειμι κύριος ο αγαπών δικαιοσύνην και μισών άρπαγματα εξ αδικίας και δώσω τον μόχθον αυτών δικαίοις και διαθήκην αιώνιον διαθήσομαι αυτοίς και γνωσθήσεται εν τοις έθνεσι το σπέρμα αυτών και τα έκγονα αυτών εν μέσω των λαών πας ορών αυτούς επιγνώσεται αυτούς ότι ούτοί εισι σπέρμα ηυλογημένον υπό θεού 10 και ευφροσύνη ευφρανθήσονται επί κύριον αγαλλιάσθω η ψυχή μου επί τω κυρίω ενέδυσε γαρ με ιμάτιον σωτηρίου και χιτώνα ευφροσύνης ως νυμφίω περιέθηκε μοι μίτραν και ως νύμφην κατεκόσμησέ με κόσμω 11 και ως γην αύξουσαν το άνθος αυτής και ως κήπος τα σπέρματα αυτού εκβλαστάνει ούτως ανατελεί κύριος κύριος δικαιοσύνην και αγαλλίαμα εναντίον πάντων των εθνών
Copyright information for ABPGRK