Isaiah 62

CHAPTER 62

The LORD Appoints a New Name

1διά Σιών ου σιωπήσομαι και διά Ιερουσαλήμ ουκ ανήσω έως αν εξέλθη ως φως η δικαιοσύνη μου το δε σωτήριόν μου ως λαμπάς καυθήσεται 2και όψονται έθνη την δικαιοσύνην σου και πάντες βασιλείς την δόξαν σου και καλέσει σε το όνομά σου το καινόν ο το στόμα κυρίου ονόμασει αυτο 3και έση στέφανος κάλλους εν χειρί κυρίου και διάδημα βασιλείας εν χειρί θεού σου 4και ουκέτι κληθήση καταλελειμμένη και η γη σου ου κληθήσεται έρημος σοι γαρ κληθήσεται θέλημα εμόν και τη γη σου οικουμένη ότι ευδόκησε κύριος εν σοι και η γη σου συνοικισθήσεται 5και ως συνοικών νεανίσκος παρθένω ούτω κατοικήσουσιν οι υιοί σου μετά σου και έσται ον τρόπον ευφρανθήσεται νυμφίος επί νύμφη ούτως ευφρανθήσεται κύριος επί σοι 6και επί των τειέχων σου Ιερουσαλήμ κατέστησα φύλακάς όλην την ημέραν και όλην την νύκτα οι διά τέλους ου σιωπήσονται μιμνησκόμενοι κυρίου 7ουκ έστι γαρ υμίν όμοιος εάν διορθώση και ποιηση Ιερουσαλήμ γαυρίαμα επί της γης 8ώμοσε κύριος κατά της δεξιάς αυτού και κατά της ισχύος του βραχίονος αυτού ει έτι δώσω τον σίτόν σου και τα βρώματά σου τοις εχθροίς σου και ει έτι πίονται υιοί αλλότριοι τον οίνόν σου εφ΄ ω εμόχθησας 9αλλ΄ η οι συνάγαγοντες φάγονται αυτά και αινέσουσι τον κύριον και οι συνάγοντες πίονται αυτά εν ταις επαύλεσι ταις αγίαις μου 10πορεύεσθε διά των πυλών μου και οδοποιήσατε τω λαώ μου και τους λίθους τους εκ της οδού διαρρίψατε εξάρατε σύσσημον εις τα έθνη 11ιδού γαρ κύριος εποίησεν ακουστόν έως εσχάτου της γης είπατε τη θυγατρί Σιών ιδού ο σωτήρ σοι παραγίνεται έχων τον εαυτού μισθόν μετ΄ αυτού και το έργον αυτού προ προσώπου αυτού 12και καλέσει αυτόν λαόν άγιον λελυτρωμένον υπό κυρίου συ δε κληθήση επιζητουμένη πόλις και ουκ εγκαταλελειμμένη
Copyright information for ABPGRK