Isaiah 65

CHAPTER 65

Judgment and Deliverance

1εμφανής εγενήθην τοις εμέ μη ζητούσιν ευρέθην τοις εμέ μη επερωτώσιν είπα ιδού ειμι τω έθνει οι ουκ εκάλεσάν μου το όνομα 2εξεπέτασα τας χείράς μου όλην την ημέραν προς λαόν απειθούντα και αντιλέγοντα οι ουκ επορεύθησαν οδώ αγαθή αλλ΄ οπίσω των αμαρτιών αυτών 3ο λαός ούτος ο παροξύνων με εναντίον εμού διαπαντός αυτοί θυσιάζουσιν εν τοις κήποις και θυμιώσιν επί ταις πλίνθοις τοις δαιμονίοις α ουκ έστιν 4και εν τοις μνήμασι εν τοις σπηλαίοις κοιμώνται διά ενύπνια οι έσθοντες κρέα ύειον και ζωμόν θυσιών μεμολυμμένα πάντα τα σκεύη αυτών 5οι λέγοντες πόρρω απ΄ εμού μη εγγίσης μοι ότι καθαρός ειμι ούτος καπνός του θυμού μου πυρ καίεται εν αυτώ πάσας τας ημέρας 6ιδού γέγραπται ενώπιόν μου ου σιωπήσω έως αν αποδώ και ανταποδώσω εις τον κόλπον αυτών 7τας αμαρτίας αυτών και των πατέρων αυτών λέγει κύριος οι εθυμίασαν επί των ορέων και επί των βουνών ωνείδισάν με αποδώσω τα έργα αυτών εις τον κόλπον αυτών 8ούτως λέγει κύριος ον τρόπον ευρεθήσεται ο ρωξ εν τω βότρυϊ και ερούσι μη λυμήνη αυτόν ότι ευλογία έστιν εν αυτώ ούτως ποιήσω ένεκεν του δουλεύοντός μοι τούτου ένεκεν ου μη απολέσω πάντας 9και εξάξω το εξ Ιακώβ σπέρμα και το εξ Ιούδα και κληρονομήσει το όρος το άγιόν μου και κληρονομήσουσιν οι εκλεκτοί μου και οι δούλοί μου και κατοικήσουσιν εκεί 10και έσονται εν τω δρυμώ επαύλεις ποιμνίων και φάραγξ Αχώρ εις ανάπαυσιν βουκολίων τω λαώ μου οι εζήτησάν με 11υμείς δε οι εγκαταλιπόντες με και επιλανθανόμενοι το όρος το άγιόν μου και ετοιμάζοντες τω δαιμονίω τράπεζαν και πληρούντες τη τύχη κέρασμα 12εγώ παραδώσω υμάς εις μάχαιραν πάντες εν σφαγή πεσείσθε ότι εκάλεσα υμάς και ουχ υπηκούσατε ελάλησα και παρηκούσατε και εποιήσατε το πονηρόν εναντίον εμού και α ουκ εβουλόμην εξελέξασθε 13διά τούτο τάδε λέγει κύριος ιδού οι δουλεύοντές μοι φάγονται υμείς δε πεινάσετε ιδού οι δουλεύοντές μοι πίονται υμείς δε διψήσετε ιδού οι δουλεύοντές μοι ευφρανθήσονται υμείς δε αισχυνθήσεσθε 14ιδού οι δουλεύοντές μοι αγαλλιάσονται εν ευφροσύνη υμείς δε κεκράξεσθε διά τον πόνον της καρδίας υμών και από συντριβής πνεύματος υμών ολολύξετε 15καταλείψετε γαρ το όνομα υμών εις πλησμονήν τοις εκλεκτοίς μου υμάς δε ανελεί κύριος τοις δε δουλεύουσί μοι κληθήσεται όνομα καινόν 16ο ευλογηθήσεται επί της γης ευλογήσουσι γαρ τον θεόν τον αληθινόν και οι ομνύοντες επί της γης ομούνται τον θεόν τον αληθινόν επιλήσονται γαρ την θλίψιν αυτών την πρώτην και ουκ αναβήσεται επί την καρδίαν αυτών

A New Heaven and Earth

17έσται γαρ ο ουρανός καινός και η γη καινή και ου μη μνησθώσι των προτέρων ουδ΄ ου μη επέλθη επί την καρδίαν αυτών 18αλλ΄ ευφροσύνην και αγαλλίαμα ευρήσουσιν εν αυτή ότι ιδού εγώ ποιώ αγαλλίαμα Ιερουσαλήμ και επί τον λαόν μου ευφροσύνην 19και αγαλλιάσομαι επί Ιερουσαλήμ και ευφρανθήσομαι επί τω λαώ μου και ουκέτι μη ακουσθή εν αυτή φωνή κλαυθμού ουδέ φωνή κραυγής 20ουδ΄ ου μη γένηται έτι άωρος και πρεσβύτης ος ουκ εμπλήσει τον χρόνον αυτού έσται γαρ ο νέος εκατόν ετών ο δε αποθνήσκων αμαρτωλός εκατόν ετών και επικατάρατος έσται 21και οικοδομήσουσιν οικίας και αυτοί ενοικήσουσι και καταφυτεύσουσιν αμπελώνας και αυτοί φάγονται τα γεννήματα αυτών και τον οίνον πίονται 22ου μη οικοδομήσουσι και άλλοι ενοικήσουσι και ου μη φυτεύσουσι και άλλοι φάγονται κατά γαρ τας ημέρας του ξύλου της ζωής έσονται αι ημέραι του λαού μου τα γαρ έργα των χειρών αυτών παλαιώσουσιν 23οι δε εκλεκτοί μου ου κοπιάσουσιν εις κενόν ουδέ τεκνοποιήσουσιν εις κατάραν ότι σπέρμα ευλογημένον υπό θεού εστι και τα έκγονα αυτών μετ΄ αυτών 24και έσται πριν η κεκράξαι αυτους εγώ υπακούσομαι αυτών έτι λαλούντων αυτών ερώ τι εστι 25τότε λύκοι και άρνες βοσκηθήσονται άμα και λέων ως βους φάγεται άχυρα και όφις γην ως άρτον ουκ αδικήσουσιν ουδέ λυμανούνται επί τω όρει τω αγίω μου λέγει κύριος
Copyright information for ABPGRK