Isaiah 66

CHAPTER 66

Judgment and Hope

1ούτως λέγει κύριος ο ουρανός μοι θρόνος και η γη υποπόδιον των ποδών μου ποίον οίκον οικοδομήσετέ μοι και ποίος τόπος της καταπαύσεώς μου 2πάντα γαρ ταύτα εποίησεν η χειρ μου και έστιν εμά πάντα ταύτα λέγει κύριος και επί τίνα επιβλέψω αλλ΄ η επί τον ταπεινόν και ησύχιον και τρέμοντα τους λόγους μου 3ο δε άνομος ο θύων μοι μόσχον ως ο τύπτων άνδρα και ο θυσιάζων ποιμνίου ως ο αποκτείνων κύνα ο δε αναφέρων σεμίδαλιν ως αίμα ύειον ο διδούς λίβανον εις μνημόσυνον ως βλάσφημος και αυτοί εξελέξαντο τας οδούς αυτών και τα βδελύγματα αυτών α η ψυχή αυτών ηθέλησε 4και εγώ εκλέξομαι τα εμπαίγματα αυτών και τας αμαρτίας αυτών ανταποδώσω αυτοίς ότι εκάλεσα αυτούς και ουχ υπήκουσάν μου ελάλησα και ουκ ήκουσαν και εποίησαν το πονηρόν εναντίον μου και α ουκ εβουλόμην εξελέξαντο 5ακούσατε λόγον κυρίου οι τρέμοντες τον λόγον αυτού είπατε αδελφοί υμών τοις μισούσιν υμάς και βδελυσσομένοις ίνα το όνομα κυρίου δοξασθή και οφθή εν τη ευφροσύνη αυτών και εκείνοι αισχυνθήσονται 6φωνή κραυγής εκ πόλεως φωνή εκ ναού φωνή κυρίου ανταποδιδόντος ανταπόδοσιν τοις αντικειμένοις 7πριν την ωδίνουσαν τεκείν πριν ελθείν τον πόνον των ωδίνων εξέφυγε και έτεκεν άρσεν 8τις ήκουσε τοιούτο και τις εώρακεν ούτως ει ώδινε γη εν μία ημέρα η και ετέχθη έθνος εισάπαξ ότι ώδινε και έτεκε Σιών τα παιδία αυτής 9εγώ δε έδωκα την προσδοκίαν ταύτην και ουκ εμνήσθης μου είπε κύριος και ιδού εγώ γεννώσαν και στείραν εποίησα είπεν ο θεός σου 10ευφράνθητι Ιερουσαλήμ και πανηγυρίσατε εν αυτή πάντες οι αγαπώντες αυτήν και οι κατοικούντες αυτήν χάρητε χαρά πάντες όσοι πενθείτε επ΄ αυτή 11ίνα θηλάσητε και εμπλησθήτε από μαστού παρακλήσεως αυτής ίνα εκθηλάσαντες τρυφήσητε από εισόδου δόξης αυτής 12ότι τάδε λέγει κύριος ιδού εγώ εκκλινώ εις αυτούς ως ποταμός ειρήνης και ως χειμάρρους επικλύζων δόξαν εθνών τα παιδία αυτών επ΄ ώμων αρθήσονται και επί γονάτων παρακληθήσονται 13ως ει τινα μήτηρ παρακαλέσει ούτως καγώ παρακαλέσω υμάς και εν Ιερουσαλήμ παρακληθήσεσθε 14και όψεσθε και χαρήσεται η καρδία υμών και τα οστά υμών ως βοτάνη ανατελεί και γνωσθη έσται η χειρ κυρίου τοις φοβουμενοις αυτόν και απειλήσει τοις απειθούσιν 15ιδού γαρ κύριος ως πυρ ήξει και ως καταιγίς τα άρματα αυτού αποδούναι εν θυμώ εκδίκησιν και αποσκορακισμόν εν φλογί πυρός 16εν γαρ τω πυρί κυρίου κριθήσεται πάσα η γη και εν τη ρομφαία αυτού πάσα σαρξ πολλοί τραυματίαι έσονται υπό κυρίου 17οι αγνιζόμενοι και καθαριζόμενοι εις τους κήπους και εν τοις προθύροις έσθοντες κρέας ύειον και τα βδελύγματα και τον μυν επιτοαυτό αναλωθήσονται είπε κύριος 18καγώ τα έργα αυτών και τον λογισμόν αυτών επίσταμαι και εγώ έρχομαι συναγαγείν πάντα τα έθνη και τας γλώσσας και ήξουσι και όψονται την δόξαν μου 19και καταλείψω επ΄ αυτών σημείον και εξαποστελώ εξ αυτών σεσωσμένους εις τα έθνη εις Θαρσείς και Φουδ και Λουδ και Μοσόχ και Θοβέλ και εις την Ελλάδα και εις τας νήσους τας πόρρω οι ουκ ακηκόασί μου το όνομα ούτε εωράκασι την δόξαν μου και αναγγελούσι την δόξαν μου εν τοις έθνεσι 20και άξουσι τους αδελφούς υμών εκ πάντων των εθνών δώρον κυρίω μεθ΄ ίππων και αρμάτων εν λαμπήναις ημιόνων μετά σκιαδίων εις την αγίαν πόλιν Ιερουσαλήμ και είπεν κύριος ως αν ενέγκαισαν οι υιοί Ισραήλ τας θυσίας αυτών εμοί μετά ψαλμών εις τον οίκον κυρίου 21και απ΄ αυτών λήψομαι ιερείς και Λευίτας είπε κύριος 22ον τρόπον γαρ ο ουρανός καινός και η γη καινή α εγώ ποιώ μένει ενώπιόν μου λέγει κύριος ούτω στήσεται το σπέρμα υμών και το όνομα υμών 23και έσται μην εκ μηνός και σάββατον εκ σαββάτου ήξει πάσα σαρξ του προσκυνήσαι ενώπιόν μου εν Ιερουσαλήμ είπε κύριος 24και εξελεύσονται και όψονται τα κώλα των ανθρώπων των παραβεβηκότων εν εμοί ο γαρ σκώληξ αυτών ου τελευτήσει και το πυρ αυτών ου σβεσθήσεται και έσονται εις όρασιν πάση σαρκί
Copyright information for ABPGRK