James 2

CHAPTER 2

Concerning Discrimination

αδελφοί μου μη εν προσωποληψίαις έχετε την πίστιν του κυρίου ημών Ιησού χριστού της δόξης εάν γαρ εισέλθη εις την συναγωγήν υμών ανήρ χρυσοδακτύλιος εν εσθήτι λαμπρά εισέλθη δε και πτωχός εν ρυπαρά εσθήτι και επιβλέψητε επί τον φορούντα την εσθήτα την λαμπράν και είπητε αυτώ συ κάθου ώδε καλώς και τω πτωχώ είπητε συ στήθι εκεί η κάθου ώδε υπό του υποπόδιόν μου και ου διεκρίθητε εν εαυτοίς και εγένεσθε κριταί διαλογισμών πονηρών ακούσατε αδελφοί μου αγαπητοί ουχ ο θεός εξελέξατο τους πτωχούς του κόσμου τούτου πλουσίους εν πίστει και κληρονόμους της βασιλείας ης επηγγείλατο τοις αγαπώσιν αυτόν υμείς δε ητιμάσατε τον πτωχόν ουχ οι πλούσιοι καταδυναστεύουσιν υμών και αυτοί έλκουσιν υμάς εις κριτήρια ουκ αυτοί βλασφημούσι το καλόν όνομα το επικληθέν εφ΄ υμάς ει μέντοι νόμον τελείτε βασιλικόν κατά την γραφήν αγαπήσεις τον πλησίον σου ως σεαυτόν καλώς ποιείτε ει δε προσωποληπτείτε αμαρτίαν εργάζεσθε ελεγχόμενοι υπό του νόμου ως παραβάται 10 όστις γαρ όλον τον νόμον τηρήσει πταίσει δε εν ενί γέγονε πάντων ένοχος 11 ο γαρ ειπών μη μοιχεύσης είπε και μη φονεύσης ει δε ου μοιχεύσεις φονεύσεις δε γέγονας παραβάτης νόμου 12 ούτω λαλείτε και ούτω ποιείτε ως διά νόμου ελευθερίας μέλλοντες κρίνεσθαι 13 η γαρ κρίσις ανίλεως τω μη ποιήσαντι έλεος και κατακαυχάται έλεον κρίσεως

Belief and Works

14 τι το όφελος αδελφοί μου εάν πίστιν λέγη τις έχειν έργα δε μη έχη μη δύναται η πίστις σώσαι αυτόν 15 εάν δε αδελφός η αδελφή γυμνοί υπάρχωσι και λειπόμενοι ώσι της εφημέρου τροφής 16 είπη δε τις αυτοίς εξ υμών υπάγετε εν ειρήνη θερμαίνεσθε και χορτάζεσθε μη δώτε δε αυτοίς τα επιτήδεια του σώματος τι το όφελος 17 ούτω και η πίστις εάν μη έργα έχη νεκρά εστι καθ΄ εαυτήν 18 αλλ΄ ερεί τις συ πίστιν έχεις καγώ έργα έχω δείξόν μοι την πίστιν σου εκ των έργων σου καγώ δείξω σοι εκ των έργων μου την πίστιν μου 19 συ πιστεύεις ότι ο θεός εις εστί καλώς ποιείς και τα δαιμόνια πιστεύουσι και φρίσσουσι 20 θέλεις δε γνώναι ω άνθρωπε κενέ ότι η πίστις χωρίς των έργων νεκρά εστιν 21 Αβραάμ ο πατήρ ημών ουκ εξ έργων εδικαιώθη ανενέγκας Ισαάκ τον υιόν αυτού επί το θυσιαστήριον 22 βλέπεις ότι η πίστις συνήργει τοις έργοις αυτού και εκ των έργων η πίστις ετελειώθη 23 και επληρώθη η γραφή η λέγουσα επίστευσε δε Αβραάμ τω θεώ και ελογίσθη αυτώ εις δικαιοσύνην και φίλος θεού εκλήθη 24 οράτε τοίνυν ότι εξ έργων δικαιούται άνθρωπος και ουκ εκ πίστεως μόνον 25 ομοίως δε και Ραάβ η πόρνη ουκ εξ έργων εδικαιώθη υποδεξαμένη τους αγγέλους και ετέρα οδώ εκβαλούσα 26 ώσπερ γαρ το σώμα χωρίς πνεύματος νεκρόν εστιν ούτω και η πίστις χωρίς των έργων νεκρά εστι
Copyright information for ABPGRK