James 4

CHAPTER 4

Warring in Your Members

πόθεν πόλεμοι και μάχαι εν υμίν ουκ εντεύθεν εκ των ηδονών υμών των στρατευομένων εν τοις μέλεσιν υμών επιθυμείτε και ουκ έχετε φονεύετε και ζηλούτε και ου δύνασθε επιτυχείν μάχεσθε και πολεμείτε ουκ έχετε διά το μη αιτείσθαι υμάς αιτείτε και ου λαμβάνετε διότι κακώς αιτείσθε ίνα εν ταις ηδοναίς υμών δαπανήσητε μοιχοί και μοιχαλίδες ουκ οίδατε ότι η φιλία του κόσμου έχθρα του θεού εστίν ος αν ούν βουληθή φίλος είναι του κόσμου εχθρός του θεού καθίσταται η δοκείτε ότι κενώς η γραφή λέγει προς φθόνον επιποθεί το πνεύμα ο κατώκησεν εν ημίν μείζονα δε δίδωσι χάριν διό λέγει κύριος υπερηφάνοις αντιτάσσεται ταπεινοίς δε δίδωσι χάριν υποτάγητε ουν τω θεώ αντίστητε τω διαβόλω και φεύξεται αφ΄ υμών εγγίσατε τω θεώ και εγγιεί υμίν καθαρίσατε χείρας αμαρτωλοί και αγνίσατε καρδίας δίψυχοι ταλαιπωρήσατε και πενθήσατε και κλαύσατε ο γέλως υμών εις πένθος μεταστραφήτω και η χαρά εις κατήφειαν

Humble Yourself before The Lord

10 ταπεινώθητε ενώπιον του κυρίου και υψώσει υμάς 11 μη καταλαλείτε αλλήλων αδελφοί ο καταλαλών αδελφού και κρίνων τον αδελφόν αυτού καταλαλεί νόμου και κρίνει νόμον ει δε νόμον κρίνεις ουκ ει ποιητής νόμου αλλά κριτής 12 εις εστίν ο νομοθέτης ο δυνάμενος σώσαι και απολέσαι συ δε τις δε ει ος κρίνεις τον έτερον 13 άγε νυν οι λέγοντες σήμερον και αύριον πορευσώμεθα εις τήνδε την πόλιν και ποιήσωμεν εκεί ενιαυτόν ένα και εμπορευσώμεθα και κερδησώμεν 14 οίτινες ουκ επίστασθε το της αύριον ποία γαρ η ζωή υμών ατμίς γαρ έσται η προς ολίγον φαινομένη έπειτα δε αφανιζομένη 15 αντί του λέγειν υμάς εάν ο κύριος θελήση και ζήσωμεν και ποιήσωμεν τούτο η εκείνο 16 νυν δε καυχάσθε εν ταις αλαζονείαις υμών πάσα καύχησις τοιαύτη πονηρά εστιν 17 ειδότι ούν καλόν ποιείν και μη ποιούντι αμαρτία αυτώ εστίν
Copyright information for ABPGRK