Jeremiah 10

CHAPTER 10

A Warning against Vain Idols

ακούσατε τον λόγον κυρίου ο ελάλησεν εφ΄ υμάς οίκος Ισραήλ τάδε λέγει κύριος κατά τας οδούς των εθνών μη μανθάνετε και από των σημείων του ουρανού μη φοβείσθε ότι φοβούνται αυτά έθνη ότι τα νόμιμα των εθνών μάταια ξύλον εστίν εκ του δρυμού εκκεκομμένον έργον τέκτονος και χώνευμα αργυρίω και χρυσίω κεκαλλωπισμένα εστίν εν σφύραις και ήλοις εστερέωσαν αυτά και ου κινηθήσονται αργύριον τορευτόν εστιν ου λαλούσιν αιρόμενα αρθήσονται ότι ουκ επιβήσονται μη φοβηθήτε αυτά ότι ου μη κακοποιήσωσι και αγαθόν ουκ έστιν εν αυτοίς ουκ έστιν όμοιός σοι κύριε μέγας ει συ και μέγα το όνομά σου εν τη ισχύϊ τις ου φοβηθήσεταί σε βασιλεύ εθνών σοι γαρ πρέπει ότι εν πάσι τοις σοφοίς των εθνών και εν πάσαις ταις βασιλείαις αυτών ουκ έστιν όμοιος σοι άμα άφρονες και ανόητοί εισι διδασκαλία ματαίων αυτών ξύλον εστίν αργύριον προσβλητόν από Θαρσείς ήξει χρυσίον Μοφάς και χειρ χρυσοχόων έργα τεχνιτών πάντα υάκινθον και πορφύραν ενδύσουσιν αυτά 11 ούτως ερείτε αυτοίς θεοί οι τον ουρανόν και την γην ουκ εποίησαν απολέσθωσαν από της γης και υποκάτωθεν του ουρανού τούτο 12 κύριος ο ποιήσας την γην εν τη ισχύϊι αυτού ανορθώσας την οικουμένην εν τη σοφία αυτού και εν τη φρονήσει αυτού εξέτεινε τον ουρανόν 13 και πλήθος ύδατος εν ουρανώ και ανήγαγε νεφέλας εξ εσχάτου της γης αστραπάς εις υετόν εποίησε και εξήγαγε ανεμούς εκ θησαυρών αυτού 14 εμωράνθη πας άνθρωπος από γνώσεως κατησχύνθη πας χρυσοχόος επί τοις γλυπτοίς αυτού ότι ψευδή εχώνευσαν ουκ έστι πνεύμα εν αυτοίς 15 ματαία εστιν έργα εμπεπαιγμένα εν καιρώ επισκοπής αυτών απολούνται 16 ουκ έστι τοιαύτη η μερίς τω Ιακώβ ότι ο πλάσας τα πάντα αυτός εστι και Ισραήλ ράβδος κληρονομία αυτού κύριος δυνάμεων όνομα αυτώ

The Coming Destruction

17 συνήγαγεν έξωθεν την υπόστασιν αυτου κατοικούσα εν εκλεκτοις 18 ότι τάδε λέγει κύριος ιδού εγώ σκελίζω τους κατοικούντας την γην ταύτην και εκθλίψω αυτούς όπως ευρεθή 19 ουαί επί συντρίμματί σου αλγηρά η πληγή σου καγώ είπα όντως τούτο το τραύμά μου και κατέλαβέ με 20 η σκηνή μου εταλαιπώρησεν ώλετο και πάσαι αι δέρρεις μου διεσπάσθησαν οι υιοί μου και τα πρόβατά μου ουκ εισίν ουκ έστιν έτι τόπος της σκηνής μου τόπος των δέρρεών μου 21 ότι οι ποιμένες ηφρονεύσαντο και τον κύριον ουκ εζήτησαν διά τούτο ουκ ενόησε πάσα η νομή και διεσκορπίσθησαν 22 φωνή ακοής ιδού έρχεται και σεισμός μέγας εκ γης βορρά του τάξαι τας πόλεις Ιούδα εις αφανισμόν και κοίτην στρουθών 23 οίδα κύριε ότι ουχί του ανθρώπου η οδός αυτού ουδέ ανήρ πορεύσεται και κατορθώσει πορείαν αυτού 24 παίδευσον ημάς κύριε πλην εν κρίσει και μη εν θυμώ ίνα μη ολίγους ημάς ποιήσης 25 έκχεον τον θυμόν σου επί έθνη τα μη ειδότα σε και επί βασιλείας αι το όνομά σου ουκ επεκαλέσαντο ότι κατέφαγον τον Ιακώβ και εξανήλωσαν τον Ισραήλ και την νομήν αυτού ηρήμωσαν
Copyright information for ABPGRK