Jeremiah 11

CHAPTER 11

Judah Breaks Covenant with The LORD

1ο λόγος ο γενόμενος παρά κυρίου προς Ιερεμίαν λέγων 2ακούσατε τους λόγους της διαθήκης ταύτης και λαλήσεις προς άνδρας Ιούδα και προς τους κατοικούντας εν Ιερουσαλήμ 3και ερείς προς αυτούς τάδε λέγει κύριος ο θεός Ισραήλ επικατάρατος ο άνθρωπος ος ουκ ακούσεται των λόγων της διαθήκης ταύτης 4ης ενετειλάμην τοις πατράσιν υμών εν η ημέρα ανήγαγον αυτούς εκ γης Αιγύπτου εκ καμίνου της σιδηράς λέγων ακούσατε της φωνής μου και ποιήσατε πάντα όσα αν εγώ εντέλλομαι υμίν και έσεσθέ μοι εις λαόν και εγώ έσομαι υμίν εις θεόν 5όπως στήσω τον όρκον μου ον ώμοσα τοις πατράσιν υμών του δούναι αυτοίς γην ρέουσαν γάλα και μέλι καθώς η ημέρα αύτη και απεκρίθην και είπα γένοιτο κύριε 6και είπεν κύριος προς με ανάγνωθι πάντας τους λόγους τούτους εν πόλεσιν Ιούδα και έξωθεν Ιερουσαλήμ λέγων ακούσατε τους λόγους της διαθήκης ταύτης και ποιήσατε αυτούς 7ότι συμμαρτυρόμενος συνεμαρτυρόμην τοις πατράσι υμών εν ημέρα η εξήγαγον αυτούς εκ γης Αιγύπτου έως της ημέρας ταύτης ορθρίζων συνεμαρτυρόμην λέγων ακούσατε της φωνής μου και ουκ ήκουσαν ου δε έκλιναν το ους αυτών αλλ΄ επορεύοντο έκαστος εν σκολιότητι της καρδίας αυτού της πονηράς και εισήγαγον επ΄ αυτούς πάντα τα ρήματα της διαθήκης ταύτης ης ενετειλάμην του ποιήσαι 8και ουκ εποίησαν 9και είπε κύριος προς με ευρέθη σύνδεσμος εν ανδράσιν Ιούδα και εν τοις κατοικούσιν εν Ιερουσαλήμ 10επεστράφησαν επί τας αδικίας των πατέρων αυτών των πρότερον οι ουκ ηθέλησαν εισακούσαι των λόγων μου και ιδού αυτοί πορεύονται οπίσω θεών αλλοτρίων του δουλεύειν αυτοίς και διεσκέδασεν ο οίκος Ισραήλ και ο οίκος Ιούδα την διαθήκην μου ην διεθέμην προς τους πατέρας αυτών 11διά τούτο τάδε λέγει κύριος ιδού επάγω επί αυτούς κακά εξ ων ου δυνήσονται εξελθείν εξ αυτών και κεκράξονται προς με και ουκ εισακούσομαι αυτών 12και πορεύσονται πόλεις Ιούδα και οι κατοικούντες Ιερουσαλήμ και κεκράξονται προς τους θεούς αυτών οις αυτοί θυμιώσιν αυτοίς οι μη σώσουσιν αυτούς εν τω καιρώ των κακών αυτών 13ότι κατά αριθμόν πόλεών σου ήσαν θεοί σου Ιούδα και κατά αριθμόν εξόδων της Ιερουσαλήμ ετάξατε βωμούς του θυμίαν τη Βάαλ 14και συ μη προσεύχου περί του λαού τούτου και μη αξίου περί αυτών εν δεήσει και προσευχή ότι ουκ εισακούσομαι εν τω καιρώ εν ω επικαλούνταί με εν καιρώ κακώσεως αυτών 15τι η ηγαπημένη εν τω οίκω μου εποίησε βδέλυγμα μη ευχαί και κρέα άγια αφελούσιν από σου τας κακίας σου η τούτοις διαφεύξη 16ελαίαν ωραίαν εύσκιον τω είδει εκάλεσε κύριος το όνομά σου εις φωνήν περιτομής αυτής ανήφθη πυρ επ΄ αυτήν ηχρειώθησαν οι κλάδοι αυτής 17και κύριος των δυνάμεων ο καταφυτεύσας σε ελάλησεν επί σε κακά αντί της κακίας οίκου Ισραήλ και οίκου Ιούδα ότι εποίησαν εαυτοίς του παροργίσαί με εν τω θυμιάν αυτούς τη Βάαλ

Jeremiah's Life is Threatened

18κύριε γνώρισόν μοι και γνώσομαι τότε είδον τα επιτηδεύματα αυτών 19εγώ δε ως αρνίον άκακον αγόμενον του θύεσθαι ουκ έγνων επ΄ εμέ ελογίσαντο λογισμόν λέγοντες δεύτε και εμβάλωμεν ξύλον εις τον άρτον αυτού και εκτρίψωμεν αυτόν από γης ζώντων και το όνομα αυτού ου μη μνησθή έτι 20κύριε των δυνάμεων κρίνων δίκαια δοκιμάζων νεφρούς και καρδίας ίδοιμι την παρά σου εκδίκησιν εν αυτοίς ότι προς σε απεκάλυψα το δικαίωμά μου 21διά τούτο τάδε λέγει κύριος επί τους άνδρας Αναθώθ τους ζητούντας την ψυχήν μου τους λέγοντας ου μη προφητεύσης επί τω ονόματι κυρίου ει δε μη αποθάνη εν ταις χερσίν ημών 22διά τούτο τάδε λέγει κύριος των δυνάμεων ιδού εγώ επισκέψομαι επ΄ αυτούς οι νεανίσκοι αυτών εν μαχαίρα αποθανούνται υιοί αυτών και αι θυγατέρες αυτών τελευτήσουσιν εν λιμώ 23και εγκατάλειμμα ουκ έσται αυτών ότι επάξω κακά επί τους κατοικούντας εν Αναθώθ εν ενιαυτώ επισκέψεως αυτών
Copyright information for ABPGRK