Jeremiah 13

CHAPTER 13

The Loincloth

1τάδε λέγει κύριος βάδισον και κτήσαι σεαυτώ περίζωμα λινούν και περίθου περί την οσφύν σου και εν ύδατι ου διελεύσεται 2και εκτησάμην το περίζωμα κατά τον λόγον κυρίου και περιέθηκα περί την οσφύν μου 3και εγενήθη λόγος κυρίου προς με εκ δευτέρου λέγων 4λάβε το περίζωμα το περί την οσφύν σου και ανάστηθι και βάδισον επί τον Ευφράτην και κατάκρυψον αυτό εκεί εν τη τρυμαλιά της πέτρας 5και επορεύθην και έκρυψα αυτό εν τω Ευφράτη καθώς ενετείλατό μοι κύριος 6και εγένετο μεθ΄ ημέρας πολλάς και είπε κύριος προς με ανάστηθι βάδισον επί τον Ευφράτην και λάβε εκείθεν το περίζωμα ο ενετειλάμην σοι του κατακρύψαι αυτό εκεί 7και επορεύθην επί τον Ευφράτην και ώρυξα και έλαβον το περίζωμα εκ του τόπου ου έκρυψα αυτό εκεί και ιδού διεφθαρμένον ην ο ου μη χρησθή εις ουθέν 8και εγενήθη λόγος κυρίου προς με λέγων 9τάδε λέγει κύριος ούτω φθερώ την ύβριν Ιούδα και την ύβριν Ιερουσαλήμ 10την πολλήν ταύτην ύβριν τους μη βουλομένους υπακούειν των λόγων μου και πορευθέντας εν ευθύτητι της καρδίας αυτών της πονηράς και πορευθέντας οπίσω θεών αλλοτρίων του δουλεύειν αυτοίς και του προσκυνείν αυτοίς και έσονται ώσπερ το περίζωμα τούτο ο ου χρησθήσεται έτι εις ουθέν 11καθάπερ γαρ κολλάται το περίζωμα περί την οσφύν του ανθρώπου ούτως εκόλλησα προς εμαυτόν τον οίκον του Ισραήλ και πάντα τον οίκον Ιούδα λέγει κύριος του γενέσθαι μοι εις λαόν ονομαστόν και εις καύχημα και εις δόξαν και ουκ εισήκουσάν μου

The Leather Wine Bag

12και ερείς προς τον λαόν τον λόγον τούτον τάδε λέγει κύριος ο θεός Ισραήλ πας ασκός πληρωθήσεται οίνου και έσται εάν είπωσι προς σε μη γνόντες ου γνωσόμεθα ότι πας ασκός πληρωθήσεται οίνου 13και ερείς προς αυτούς τάδε λέγει κύριος ιδού εγώ πληρώ πάντας τους κατοικούντας την γην ταύτην και τους βασιλείς αυτών τους καθημένους υιούς του Δαυίδ επί του θρόνου αυτών και τους ιερείς και τους προφήτας και τον Ιούδαν και πάντας τους κατοικούντας εν Ιερουσαλήμ μεθύσματι 14και διασκορπιώ αυτούς άνδρα και τον αδελφόν αυτού και τους πατέρας αυτών και τους υιούς αυτών εν τω αυτώ ουκ επιποθήσω λέγει κύριος και ου φείσομαι και ουκ οικτειρήσω από διαφθοράς αυτών

Threat of Captivity

15ακούσατε και ενωτίσασθε και μη επαίρεσθε ότι κύριος ελάλησε 16δότε τω κυρίω θεώ υμών δόξαν προ του συσκοτάσαι και προ του προσκόψαι τους πόδας υμών επ΄ όρη σκοτεινά και αναμενείτε εις φως και εκεί σκιά θανάτου και τεθήσονται εις σκότος 17εάν δε μη ακούσητε κεκρυμμένως κλαύσεται η ψυχή υμών από προσώπου ύβρεως και κατάξουσιν οι οφθαλμοί υμών δάκρυα ότι συνετρίβη το ποίμνιον κυρίου 18είπατε τω βασιλεί και τοις δυναστεύουσι ταπεινώθητε και καθίσατε ότι καθηρέθη από κεφαλής υμών στέφανος δόξης υμών 19πόλεις αι προς νότον συνεκλείσθησαν και ουκ ην ο ανοίγων αποικίσθη Ιούδας συνετέλεσαν εν αυτή αποικία τελεία 20ανάλαβε τους οφθαλμούς σου Ιερουσαλήμ και ίδε τους ερχομένους από βορρά που εστί το ποίμνιον ο εδόθη σοι πρόβατα δόξης σου 21τι ερείς όταν επισκέπτωνταί σε και συ εδίδαξας αυτούς επί σε μαθήματα εις αρχήν ουκ ωδίνες καθέξουσί σε καθώς γυναίκα τίκτουσαν 22και εάν είπης εν τη καρδία σου διατί απήντησέ μοι ταύτα διά το πλήθος της αδικίας σου ανεκαλύφθη τα οπίσθιά σου παραδειγματίσθηναι τας πτέρνας σου 23ει αλλάξεται Αιθίοψ το δέρμα αυτού και πάρδαλις τα ποικίλματα αυτής και υμείς δυνήσεσθε ευ ποιήσαι μεμαθηκότες τα κακά 24και διέσπειρα αυτούς ως φρύγανα φερουμενα υπό ανέμου εις έρημον 25ούτως ο κλήρός σου και η μερίς του απειθείν υμάς εμοί λέγει κύριος ως επελάθου μου και ήλπισας επί ψεύδεσι 26καγώ αποκαλύψω τα οπίσω σου επί το πρόσωπόν σου και οφθήσεται η ατιμία σου 27μοιχεία σου και ο χρεμετισμός σου και η απαλλοτρίωσις της πορνείας σου επί των βουνών και εν τοις αγροίς εώρακα τα βδελύγματά σου ουαί σοι Ιερουσαλήμ ότι ουκ εκαθαρίσθης οπίσω μου έως τίνος έτι
Copyright information for ABPGRK