Jeremiah 14

CHAPTER 14

Famine and the Sword Devour Judah

και εγένετο λόγος κυρίου προς Ιερεμίαν περί της αβροχίας επένθησεν η Ιουδαία και αι πύλαι αυτής εκενώθησαν και εσκοτώθησαν επί της γης και η κραυγή της Ιερουσαλήμ ανέβη και οι μεγιστάνες αυτής απέστειλαν τους νεωτέρους αυτών εφ΄ ύδωρ ήλθοσαν επί τα φρέατα και ουχ εύροσαν ύδωρ απέστρεψαν τα αγγεία αυτών κενά και τα έργα της γης εξέλιπεν ότι ουκ ην υετός ησχύνθησαν οι γεωργοί επεκάλυψαν την κεφαλήν αυτών και έλαφοι εν αγρώ έτεκον και εγκατέλιπον ότι ουκ ην βοτάνη όνοι άγριοι έστησαν επί νάπας και είλκυσαν ανέμον ως δράκοντες εξέλιπον οι οφθαλμοί αυτών ότι ουκ ην χόρτος ει αι αμαρτίαι ημών αντέστησαν ημίν Κύριε ποίησον ημίν ένεκεν του ονόματός σου ότι πολλαί αι αμαρτίαι ημών ενώπιόν σου σοι ημάρτομεν υπομονή Ισραήλ κύριε σώζων εν καιρώ κακών ινατί εγενήθης ωσεί πάροικος επί της γης και ως αυτόχθων εκκλίνων εις κατάλυμα μη έση ώσπερ άνθρωπος υπνών η ως ανήρ ου δυνάμενος σώζεσθαι και συ εν ημίν ει κύριε και το όνομά σου επικέκληται εφ΄ ημάς μη επιλάθη ημών 10 ούτως λέγει κύριος τω λαώ τούτω ηγάπησαν κινείν πόδας αυτών και ουκ εφείσαντο και ο θεός ουκ ευώδωσεν εν αυτοίς νυν μνησθήσεται της αδικίας και επεσκέψατο τας αμαρτίας αυτών 11 και είπε κύριος προς με μη προσεύχου περί του λαού τούτου εις αγαθόν 12 ότι εάν νηστεύσωσιν ουκ εισακούσομαι της δεήσεως αυτών και εάν προσενέγκωσιν ολοκαυτώματα και θυσίας ουκ ευδοκήσω εν αυτοίς ότι εν μαχαίρα και εν λιμώ εν θανάτω εγώ συντελέσω αυτούς

The LORD Speaks against the False Prophets

13 και είπα ο ων κύριε ιδού οι προφήται προφητεύουσι και λέγουσιν ουκ όψεσθε μάχαιραν ουδέ λιμός έσται εν υμίν ότι αλήθειαν και ειρήνην δώσω επί της γης και εν τω τόπω τούτω 14 και είπε κύριος προς με ψευδή οι προφήται προφητεύουσιν επί τω ονόματί μου ουκ απέστειλα αυτούς και ουκ ενετειλάμην αυτοίς και ουκ ελάλησα προς αυτούς ότι οράσεις ψευδείς και μαντείας και οιωνίσματα και προαιρέσεις καρδίας αυτών αυτοί προφητεύουσιν υμίν 15 διά τούτο τάδε λέγει κύριος περί των προφητών των προφητευόντων επί τω ονόματί μου ψευδή και εγώ ουκ απέστειλα αυτούς οι λέγουσι μάχαιρα και λιμός ουκ έσται επί της γης ταύτης εν θανάτω νοσερώ αποθανούνται και εν λιμώ συντελεσθήσονται οι προφήται 16 και ο λαός οις αυτοί προφητεύουσιν αυτοίς και έσονται ερριμμένοι εν ταις οδοίς Ιερουσαλήμ από προσώπου μαχαίρας και του λιμού και ουκ έσται ο θάπτων αυτούς και αι γυναίκες αυτών και οι υιοί αυτών και αι θυγατέρες αυτών και εκχεώ επ΄ αυτούς τα κακά αυτών 17 και ερείς προς αυτούς τον λόγον τούτον καταγάγετε εις τους οφθαλμούς υμών δάκρυα ημέρας και νυκτός και μη διαλιπέτωσαν ότι συντρίμματι μεγάλω συνετρίβη θυγάτηρ λαού μου και πληγή οδυνηρά σφόδρα 18 εάν εξέλθω εις το πεδίον και ιδού τραυματίαι μαχαίρας και εάν εισέλθω εις την πόλιν και ιδού πόνος λιμού ότι ιερεύς και προφήτης επορεύθησαν εις γην ην ουκ ηδεισαν

A Supplication to The LORD

19 μη αποδοκιμάζων απεδοκίμασας τον Ιούδαν και από Σιών απέστη η ψυχή σου ινατί έπαισας ημάς και ουκ έστιν ημίν ίασις υπεμείναμεν εις ειρήνην και ουκ ην αγαθόν εις καιρόν ιάσεως και ιδού ταραχή 20 έγνωμεν κύριε αμαρτήματα ημών αδικίας πατέρων ημών ότι ημάρτομεν εναντίον σου 21 κόπασον διά το όνομά σου μη απολέσης θρόνον δόξης σου μνήσθητι μη διασκεδάσης την διαθήκην σου την μεθ΄ ημών 22 μη έστιν εν ειδώλοις των εθνών υετίζων και ει ο ουρανός δώσει πλησμονήν αυτού ουχί συ ει αυτός κύριε ο θεός ημών και υπομενούμέν σε ότι συ εποίησας πάντα ταύτα
Copyright information for ABPGRK