Jeremiah 15

CHAPTER 15

The LORD will Avenge

και είπε κύριος προς με εάν στη Μωυσής και Σαμουήλ προ προσώπου μου ουκ έστιν η ψυχή μου προς αυτούς εξαπόστειλον τον λαόν τούτον από προσώπου μου και εξελθέτωσαν και έσται εάν είπωσι προς σε που εξελευσόμεθα και ερείς προς αυτούς τάδε λέγει κύριος όσοι εις θάνατον εις θάνατον και όσοι εις μάχαιραν εις μάχαιραν και όσοι εις λιμόν εις λιμόν και όσοι εις αιχμαλωσίαν εις αιχμαλωσίαν και εκδικήσω επ΄ αυτούς τέσσαρα είδη λέγει κύριος την μάχαιραν εις σφαγήν και τους κύνας εις διασπασμόν και τα θηρία της γης και τα πετεινά του ουρανού εις βρώσιν και διαφθοράν και παραδώσω αυτούς εις ανάγκας πάσαις ταις βασιλείαις της γης διά Μανασσή υιόν Εζεκίου βασιλέως Ιούδα περί πάντων ων εποίησεν εν Ιερουσαλήμ τις φείσεται επί σοι Ιερουσαλήμ και τις δειλιάσει επί σοι η τις ανακάμψει εις ειρήνην σοι συ απεστράφης με λέγει κύριος οπίσω πορεύση και εκτενώ την χείρά μου και διαφθερώ σε και ουκέτι ανήσω αυτούς και διασπερώ αυτούς εν διασπορά εν πύλαις λαού μου ητεκνώθησαν απώλεσαν τον λαόν μου διά τας κακίας αυτών επληθύνθησαν αι χήραι αυτών υπέρ την άμμον της θαλάσσης επήγαγον επί μητέρα νεανίσκους ταλαιπωρίαν εν μεσημβρία επέρριψα επ΄ αυτήν εξαίφνης τρόμον και σπουδήν εκενώθη η τίκτουσα επτά απεκάκησεν η ψυχή αυτής επέδυ ο ήλιος αυτή έτι μεσούσης της ημέρας κατησχύνθη και ωνειδίσθη τους καταλοίπους αυτών εις μάχαιραν δώσω εναντίον των εχθρών αυτών φησί κύριος

Jeremiah's Woe

10 οίμοι μήτερ ως τίνα με έτεκες άνδρα δικαζόμενον και διακρινόμενον εν πάση τη γη ουκ ωφέλησα ούτε ωφέλησέ με ουδείς η ισχύς μου εξέλιπεν εν τοις καταρωμένοις με 11 γένοιτο κύριε δέσποτα κατευθυνόντων αυτών εν καιρώ θλίψεως αυτών εις αγαθά προς τον εχθρόν 12 ει γνωσθήσεται σίδηρος και περιβόλαιον χαλκούν η ισχύς σου 13 και τους θησαυρούς σου δώσω αντάλλαγμα διά πάσας τας αμαρτίας σου και εν πάσι τοις ορίοις σου 14 καταδουλώσω σε κύκλω τοις εχθροίς σου εν τη γη η ουκ ήδεις ότι πυρ εκκέκαυται εκ του θυμού μου εφ΄ υμάς καυθήσεται 15 κύριε μνήσθητί μου και επίσκεψαί με και αθώωσόν με από των καταδιωκόντων με μη εις μακροθυμίαν γνώθι ως έλαβον περί σου ονειδισμόν 16 υπό των αθετούντων τους λόγους σου συντέλεσον αυτούς και έσται ο λόγος σου εμοί εις ευφροσύνην και χαράν καρδίας μου ότι επικέκληται το όνομά σου επ΄ εμοί κύριε παντοκράτωρ 17 ουκ εκάθισα εν συνεδρίω αυτών παιζόντων αλλ΄ ευλαβούμην από προσώπου χειρός σου κατα μόνας εκαθήμην ότι πικρίας ενεπλήσθην 18 ινατί οι λυπούντές με κατισχύουσί μου η πληγή μου στερεά πόθεν ιαθήσομαι γινομένη εγενήθη μοι ως ύδωρ ψευδές ουκ έχον πίστιν 19 διά τούτο τάδε λέγει κύριος εάν επιστρέψης και αποκαταστήσω σε προ προσώπου μου στήση και εάν εξαγάγης τίμιον από αναξίου ως στόμα μου έση και αναστρέψουσιν αυτοι προς σε και συ ουκ αναστρέψεις προς αυτούς 20 και δώσω σε τω λαώ τούτω ως τείχος οχυρόν χαλκούν και πολεμήσουσι προς σε και ου μη δύνωνται προς σε διότι μετά σου ειμι του σώζειν σε και εξαιρείσθαί σε λέγει κύριος 21 και σώσω σε εκ χειρός πονηρών και λυτρώσομαι σε εκ χειρός λοιμών
Copyright information for ABPGRK