Jeremiah 16

CHAPTER 16

Judgment and Threat of Exile

1και εγένετο ρήμα κυρίου προς με λέγων 2μη λάβης γυναίκα και ου γεννηθήσεταί σοι υιός ουδέ θυγάτηρ εν τω τόπω τούτω 3ότι τάδε λέγει κύριος περί των υιών και των θυγατέρων των γεννωμένων εν τω τόπω τούτω και περί των μητέρων αυτών των τετοκυιών αυτούς και περί των πατέρων αυτών των γεγεννηκότων αυτούς εν τη γη ταύτη 4εν θανάτω νοσερώ αποθανούνται ου κοπήσονται και ου ταφήσονται εις παράδειγμα επί προσώπου της γης έσονται εν μαχαίρα πεσούνται και εν λιμώ συντελεσθήσονται και έσονται τα πτώματα αυτών εις βρώσιν τοις θηρίοις της γης και τοις πετεινοίς του ουρανού 5τάδε λέγει κύριος μη εισέλθης εις θίασον αυτών και μη πορευθής του κόψασθαι και μη πενθήσης αυτούς ότι αφέστακα την ειρήνην μου από του λαού τούτου φησί κύριος έλεος και ελεημοσύνας 6και αποθανούνται μεγάλοι και μικροί εν τη γη ταύτη ου ταφήσονται και ου θρηνηθήσονται ου κόψονται αυτούς ουδέ εντομίδας ποιήσουσι και ου ξυρηθήσονται 7και ου μη κλασθή άρτος εν πένθει αυτών εις παράκλησιν επί τεθνηκότι ου ποτιούσιν αυτούς ποτήριον εις παράκλησιν επί πατρί αυτού η μητρί αυτού 8εις οικίαν πότου ουκ εισελεύση συ συγκαθίσαι μετ΄ αυτών του φαγείν και πιείν 9διότι τάδε λέγει κύριος ο θεός Ισραήλ ιδού εγώ καταλύω εκ του τόπου τούτου ενώπιον των οφθαλμών υμών και εν ταις ημέραις υμών φωνήν χαράς και φωνήν ευφροσύνης φωνήν νυμφίου και φωνήν νυμφής 10και έσται όταν αναγγείλης τω λαώ τούτω άπαντα τα ρήματα ταύτα και είπωσι προς σε διατί ελάλησε κύριος εφ΄ ημάς πάντα τα κακά ταύτα τις η αδικία ημών και τις η αμαρτία ημών ην ημάρτομεν εναντίον κυρίου του θεού ημών 11και ερείς προς αυτούς ανθ΄ ων εγκατέλιπόν με οι πατέρες υμών λέγει κύριος και ώχοντο οπίσω θεών αλλοτρίων και εδούλευσαν αυτοίς και προσεκύνησαν αυτοίς και εμέ εγκατέλιπον και τον νόμον μου ουκ εφυλάξαντο 12και υμείς επονηρεύσασθε υπέρ τους πατέρας υμών και ιδού υμείς πορεύεσθε έκαστος οπίσω των αρεστών της καρδίας υμών της πονηράς του μη υπακούειν μου 13και απορρίψω υμάς από της γης ταύτης εις γην ην ουκ ήδειτε υμείς και οι πατέρες υμών και δουλεύσετε εκεί θεοίς αλλοτρίοις ημέρας και νυκτός οι ου δώσουσιν υμίν έλεος

Future Restoration

14διά τούτο ιδού ημέραι έρχονται λέγει κύριος και ουκ ερούσιν έτι ζη κύριος ο αναγαγών τους υιούς Ισραήλ εκ γης Αιγύπτου 15αλλά ζη κύριος ος ανήγαγε τον οίκον Ισραήλ από γης βορρά και από πασών των χωρών ου εξώσθησαν εκεί και αποκαταστήσω αυτούς εις την γην αυτών ην έδωκα τοις πατράσιν αυτών 16ιδού εγώ αποστέλλω αλιείς πολλούς λέγει κύριος και αλιεύσουσιν αυτούς και μετά ταύτα αποστελλώ πολλούς θηρευτάς και θηρεύσουσιν αυτούς επάνω παντός όρους και επάνω παντός βουνού και εκ των τρυμαλιών των πετρών 17ότι οι οφθαλμοί μου επί πάσας τας οδούς αυτών και ουκ εκρύβη τα αδικήματα αυτών απέναντι των οφθαλμών μου 18και ανταποδώσω διπλάς τας αδικίας αυτών και τας αμαρτίας αυτών εφ΄ αις εβεβήλωσαν την γην μου εν τοις θνησιμαίοις των βδελυγμάτων αυτών και εν ταις ανομίαις αυτών εν αις επλήσαν την κληρονομίαν μου 19κύριε ισχύς μου και βοήθειά μου και καταφυγή μου εν ημέρα κακών προς σε έθνη ήξουσιν απ΄ εσχάτων της γης και ερούσιν ως ψευδή εκτήσαντο οι πατέρες ημών είδωλα και ουκ έστιν εν αυτοίς ωφέλημα 20ει ποιήσει εαυτώ άνθρωπος θεούς και ούτοι ουκ εισί θεοί 21διά τούτο ιδού εγώ δηλώσω αυτοίς εν τω καιρώ τούτω την χείρά μου και γνωριώ αυτοίς την δύναμίν μου και γνώσονται ότι όνομά μοι κύριος
Copyright information for ABPGRK