Jeremiah 17

CHAPTER 17

Judah's Sin and Punishment

1τάδε λέγει κύριος αμαρτία Ιούδα γεγραμμένη εστίν εν γραφίδι σιδηρά εν όνυχι αδαμαντίνω γεγλυμμένη επί πλακός της καρδίας αυτών και επί των κεράτων των βωμών αυτών 2εν τω μνημονεύειν τους υιούς αυτών των βωμών αυτών και των αλσών αυτών επί ξύλω αλσώδει επί των βουνών των υψηλών 3ω ορεινέ εν τω πεδίω τον πλούτόν σου και πάντας τους θησαυρούς σου τη προνομή δώσω τα υψηλά σου εν αμαρτία εν πάσι τοις ορίοις σου 4και καταλειφθήση από της κληρονομίας σου ην έδωκά σοι και δουλεύειν σε ποιήσω τοις εχθροίς σου εν τη γη ην ουκ οίδας ότι πυρ ανήψατε εν τω θυμώ μου έως του αιώνος φλέξει 5τάδε λέγει κύριος επικατάρατος ο άνθρωπος ος την ελπίδα έχει επ΄ άνθρωπον και στηρίσει σάρκα βραχίονος αυτού και από κυρίου αποστή η καρδία αυτού 6και έσται ως η αγριομυρίκη η εν τη ερήμω ουκ όψεται όταν έλθη τα αγαθά και κατασκηνώσει εν αλίμοις και εν ερήμω εν γη αλμυρά ήτις ου κατοικείται 7και ευλογημένος ο άνθρωπος ος πέποιθεν επί τω κυρίω και έσται κύριος ελπίς αυτού 8και έσται ως ξύλον ευθηνούν παρ΄ ύδατα και επί ικμάδα βάλει ρίζας αυτού και ου φοβηθήσεται όταν έλθη καύμα και έσται επ΄ αυτώ στελέχη αλσώδη εν ενιαυτώ αβροχίας ου φοβηθήσεται και ου διαλείψει ποιών καρπόν 9βαθεία η καρδία παρά πάντα και άνθρωπός εστι όστις γνώσεται αυτόν 10εγώ κύριος ετάζων καρδίας δοκιμάζων νεφρούς του δούναι εκάστω κατά τας οδούς αυτού και κατά τους καρπούς των επιτηδευμάτων αυτών 11εφώνησε πέρδιξ συνήγαγεν α ουκ έτεκε ποιών πλούτον αυτού ου μετά κρίσεως εν ημίσει ημερών αυτού εγκαταλείψουσιν αυτόν και επ΄ εσχάτων αυτού έσται άφρων 12θρόνος δόξης υψωμένος απ΄ αρχής αγίασμα ημών 13υπομονή Ισραήλ κύριε πάντες οι καταλιπόντες σε καταισχυνθήτωσαν αφεστηκότες επί της γης γραφήτωσαν ότι εγκατέλιπον πηγήν ζωής τον κύριον

Sanctify the Day of the Sabbath

14ίασαί με κύριε και ιαθήσομαι σώσόν με και σωθήσομαι ότι καύχημά μου συ ει 15ιδού αυτοί λέγουσι προς με που εστίν ο λόγος κυρίου ελθέτω 16εγώ δε ουκ εκοπίασα κατακολουθών οπίσω σου και ημέραν ανθρώπου ουκ επεθύμησα συ επίστασαι τα εκπορευόμενα διά των χειλέων μου προ προσώπου σου εστί 17μη γενηθής μοι εις αλλοτρίωσιν φειδόμενός μου εν ημέρα πονηρά 18καταισχυνθείησαν οι διώκοντές με και μη καταισχυνθείην εγώ πτοηθείησαν αυτοι και μη πτοηθείην εγώ επάγαγε επ΄ αυτούς ημέραν πονηράν δισσόν σύντριμμα σύντριψον αυτούς 19τάδε λέγει κύριος προς με βάδισον και στήθι εν ταις πύλαις υιών λαού εν αις εισπορεύονται βασιλείς Ιούδα και εν αις εκπορεύονται εν αυταίς και εν πάσαις ταις πύλαις Ιερουσαλήμ 20και ερείς προς αυτούς ακούσατε τον λόγον κυρίου βασιλείς Ιούδα και πάσα Ιουδαία και πάσα Ιερουσαλήμ οι εισπορευόμενοι εν ταις πύλαις ταύταις 21τάδε λέγει κύριος φυλάσσεσθε τας ψυχάς υμών και μη αίρετε βαστάγματα εν τη ημέρα των σαββάτων και μη εισφέρητε διά των πυλών Ιερουσαλήμ 22και μη εκφέρετε βαστάγματα εξ οικιών υμών εν τη ημέρα των σαββάτων και παν έργον ου ποιήσετε αγιάσατε την ημέραν των σαββάτων καθώς ενετειλάμην τοις πατράσιν υμών 23και ουκ ήκουσαν και ουκ έκλιναν το ους αυτών και εσκλήρυναν τον τράχηλον αυτών υπέρ τους πατέρας αυτών του μη ακούσαί μου και του μη δέξασθαι παιδείαν 24και έσται εάν εισακούσητέ μου λέγει κύριος του μη εισφέρειν βαστάγματα διά των πυλών της πόλεως ταύτης εν τη ημέρα των σαββάτων και αγιάζειν την ημέραν των σαββάτων του μη ποιείν παν έργον εν αυτή 25και εισελεύσονται διά των πυλών της πόλεως ταύτης βασιλείς και άρχοντες καθήμενοι επί θρόνου Δαυίδ και επιβεβηκότες εφ΄ άρμασι και ίπποις αυτών αυτοί και οι άρχοντες αυτών άνδρες Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ και κατοικισθήσεται η πόλις αύτη εις τον αιώνα 26και ήξουσιν εκ των πόλεων Ιούδα και κυκλόθεν Ιερουσαλήμ και εκ γης Βενιαμίν και εκ της πεδινής και εκ του όρους και εκ της προς νότον φέροντες ολοκαυτώματα και θυσίας και θυμιάματα και μαννά και λίβανον φέροντες αίνεσιν εις οίκον κυρίου 27και έσται εάν μη εισακούσητέ μου του αγιάζειν την ημέραν των σαββάτων του μη αίρειν βαστάγματα και μη εισπορεύεσθαι διά των πυλών Ιερουσαλήμ εν τη ημέρα των σαββάτων και ανάψω πυρ εν ταις πύλαις αυτής και καταφάγεται άμφοδα Ιερουσαλήμ και ου σβεσθήσεται
Copyright information for ABPGRK