Jeremiah 2

CHAPTER 2

Israel Abandons The LORD

και εγένετο ρήμα κυρίου προς με λέγον πορεύου και βοά εις τα ώτα Ιερουσαλήμ λέγων τάδε λέγει κύριος εμνήσθην ελέους νεότητός σου και αγάπης τελειώσεώς σου του εξακολουθήσαί σε τω αγίω Ισραήλ λέγει κύριος άγιος Ισραήλ τω κυρίω αρχή γεννημάτων αυτού πάντες οι έσθοντες αυτόν πλημμελήσουσι κακά ήξει επ΄ αυτούς φησί κύριος ακούσατε λόγον κυρίου οίκος Ιακώβ και πάσα πατριά οίκου Ισραήλ τάδε λέγει κύριος τι εύροσαν οι πατέρες υμών εν εμοί πλημμέλημα ότι απέστησαν μακράν απ΄ εμού και επορεύθησαν οπίσω των ματαίων και εματαιώθησαν και ουκ είπον που εστι κύριος ο αναγαγών ημάς εκ γης Αιγύπτου ο καθοδηγήσας ημάς εν τη ερήμω εν γη απείρω και αβάτω εν γη ανύδρω και ακάρπω εν γη η ου διώδευσεν εν αυτή ανήρ και ου κατώκησεν άνθρωπος εκεί και εισήγαγον υμάς εις τον Κάρμηλον του φαγείν τους καρπούς αυτού και τα αγαθά αυτού και εισήλθετε και εμιάνατε την γην μου και την κληρονομίαν μου έθεσθε εις βδέλυγμα οι ιερείς ουκ είπον που εστι κύριος και οι αντεχόμενοι του νόμου ουκ ηπίσταντό με και οι ποιμένες ησέβουν εις εμέ και οι προφήται προεφήτευσον τη Βάαλ και οπίσω ανωφελούς επορεύθησαν διά τούτο έτι κριθήσομαι προς υμάς λέγει κύριος και προς τους υιούς των υιών υμών κριθήσομαι 10 έτι διέλθετε εις νήσους Χεττιείμ και ίδετε και εις Κηδάρ αποστείλατε και νοήσατε σφόδρα και ίδετε ει γέγονε τοιαύτα 11 ει αλλάξωνται έθνη θεούς αυτών και ούτοι ουκ εισί θεοί ο δε λαός μου ηλλάξατο την δόξαν αυτών εξ ης ουκ ωφεληθήσονται 12 εξέστη ο ουρανός επί τούτο και έφριξεν επί πλείον σφόδρα λέγει κύριος 13 ότι δύο και πονηρά εποίησεν ο λαός μου εμέ εγκατέλιπον πηγήν ύδατος ζωής και ώρυξαν εαυτοίς λάκκους συντετριμμένους οι ου δυνήσονται ύδωρ συνέχειν 14 μη δούλός εστιν Ισραήλ η οικογενής εστι διατί εις προνομήν εγένετο 15 επ΄ αυτόν ωρύοντο λέοντες και έδωκαν την φωνήν αυτών οι έταξαν την γην αυτού εις αφανισμόν και αι πόλεις αυτού κατεσκάφησαν παρά το μη κατοικείσθαι 16 και υιοί Μέμφεως και Τάφνας έγνωσάν σε και κατέπαιζόν σου 17 ουχί ταύτα εποίησάν σοι του καταλιπείν σε εμέ λέγει κύριος ο θεός σου 18 και νυν τι σοι και τη οδώ Αιγύπτου του πιείν ύδωρ Σειώρ και τι σοι τη οδώ Ασσυρίων του πιείν ύδωρ ποταμών 19 παιδεύσει σε η αποστασία σου και η κακία σου ελέγξει σε και γνώθι και ίδε ότι πικρόν σοι το καταλιπείν σε εμέ λέγει κύριος ο θεός σου και ουκ ευδόκησα εν σοι λέγει κύριος ο θεός σου 20 ότι απ΄ αιώνος συνέτριψας τον ζυγόν σου και διέρρηξας τους δεσμούς σου και είπας ου δουλεύσω αλλά πορεύσομαι επί πάντα βουνόν υψηλόν και υποκάτω παντός ξύλου κατασκίου εκεί διαχυθήσομαι εν τη πορνεία μου 21 εγώ δε εφύτευσά σε άμπελον καρποφόρον πάσαν αληθινήν πως εστράφης εις πικρίαν η άμπελος η αλλοτρία 22 εάν αποπλύνης εν νίτρω και πληθύνης σεαυτή πόαν κεκηλίδωσαι εν ταις αδικίαις σου εναντίον εμού λέγει κύριος 23 πως ερείς ουκ εμιάνθην και οπίσω της Βάαλ ουκ επορεύθην ίδε τας οδούς σου εν τω πολυανδρίω και γνώθι τι εποίησας οψέ φωνή αυτής ωλόλυξε 24 τας οδούς αυτής επλάτυνεν εφ΄ ύδατα ερήμου εν επιθυμίαις ψυχής αυτής επνευματοφορείτο παρεδόθη τις επιστρέψει αυτήν πάντες οι ζητούντες αυτήν ου κοπιάσουσιν εν τη ταπεινώσει αυτής ευρήσουσιν αυτήν 25 απόστρεψον τον πόδα σου από οδού τραχείας και τον φάρυγγά σου από δίψους η δε είπεν ανδριούμαι ότι ηγάπησα αλλοτρίους και οπίσω αυτών επορεύετο 26 ως αισχύνη κλέπτου όταν αλώ ούτως αισχυνθήσονται οι υιοί Ισραήλ αυτοί και οι βασιλείς αυτών και οι άρχοντες αυτών και οι ιερείς αυτών και οι προφήται αυτών 27 τω ξύλω είπον ότι πατήρ μου ει συ και τω λίθω συ εγέννησάς με και έστρεψαν επ΄ εμέ νώτα και ου πρόσωπα αυτών και εν τω καιρώ των κακών αυτών ερούσιν ανάστα και σώσον ημάς 28 και που εισιν οι θεοί σου ους εποίησας σεαυτώ ει αναστήσονται και σώσουσί σε εν καιρώ της κακώσεώς σου ότι κατά αριθμόν των πόλεών σου ήσαν θεοί σου Ιούδα και κατά αριθμόν διόδων της Ιερουσαλήμ έθυον τη Βάαλ 29 ινατί λαλείτε προς με πάντες υμείς ησεβήσατε και πάντες υμείς ηνομήσατε εις εμέ λέγει κύριος 30 μάτην επάταξα τα τέκνα υμών παιδείαν ουκ εδέξασθε μάχαιρα κατέφαγε τους προφήτας υμών ως λέων ο ολοθρεύων και ουκ εφοβήθητε 31 ακούσατε λόγον κυρίου τάδε λέγει κύριος μη έρημος εγενόμην τω Ισραήλ η γη κεχερσωμένη διατί είπεν ο λαός μου ου κυριευθησόμεθα και ουχ ήξομεν προς σε έτι 32 μη επιλήσεται νύμφη τον κόσμον αυτής και παρθένος την στηθοδεσμίδα αυτής ο δε λαός μου επελάθετό μου ημέρας ων ουκ έστιν αριθμός 33 τι έτι καλόν επιτηδεύσεις εν ταις οδοίς σου του ζητείν αγάπησιν ουχ ούτως αλλά και συ επονηρεύσω του μιάναι τας οδούς σου 34 και εν ταις χερσί σου ευρέθησαν αίματα ψυχών αθώων ουκ εν διορύγμασιν εύρον αυτούς αλλ΄ επί πάση δρυϊ 35 και είπας αθώος ειμί αλλά αποστραφήτω ο θυμός αυτού απ΄ εμού ιδού εγώ κρίνομαι προς σε εν τω λέγειν σε ουχ ήμαρτον 36 ότι κατεφρόνησας σφόδρα του δευτερώσαι τας οδούς σου και από Αιγύπτου καταισχυνθήση καθώς κατησχύνθης από Ασσούρ 37 ότι και εντεύθεν εξελεύση και αι χείρές σου επί της κεφαλής σου ότι απώσατο κύριος την ελπίδα σου και ουκ ευοδωθήση εν αυτή
Copyright information for ABPGRK