Jeremiah 20

CHAPTER 20

Jeremiah and Pashur

και ήκουσε Πασχόρ ο υιός Εμμερ ο ιερεύς και ούτος ην καθεστάμενος ηγούμενος οίκου κυρίου του Ιερεμίου προφητεύοντος τους λόγους τούτους και επάταξεν αυτόν και ενέβαλεν αυτόν εις τον καταράκτην ος ην εν πύλη οίκου Βενιαμίν του υπερώου ος ην εν οίκω κυρίου και εγένετο τη αύριον και εξήγαγε Πασχόρ τον Ιερεμίαν εκ του καταρράκτου και είπεν αυτώ Ιερεμίας ουχί Πασχόρ εκάλεσε κύριος το όνομά σου αλλ΄ η μέτοικον διότι τάδε λέγει κύριος ιδού εγώ δίδωμί σε εις μετοικίαν συν πάσι τοις φίλοις σου και πεσούνται εν μαχαίρα εχθρών αυτών και οι οφθαλμοί σου όψονται και σε και πάντα Ιούδα δώσω εις χείρας βασιλέως Βαβυλώνος και μετοικιούσιν αυτούς και κατακόψουσιν αυτούς εν μαχαίραις και δώσω την πάσαν ισχύν της πόλεως ταύτης και πάντας τους πόνους αυτής και πάντας τους θησαυρούς του βασιλέως Ιούδα εις χείρας εχθρών αυτού και άξουσιν αυτούς εις Βαβυλώνα και συ και πάντες οι κατοικούντες εν τω οίκω σου πορεύσεσθε εν αιχμαλωσία και εν Βαβυλώνι αποθανή και εκεί ταφήση συ και πάντες οι φίλοι σου οις επροφήτευσας αυτοίς ψευδή

Jeremiah's Complaint

ηπάτησάς με κύριε και ηπατήθην εκράτησας και ηδυνάσθης εγενόμην εις γέλωτα πάσαν ημέραν διετέλεσα μυκτηριζόμενος ότι πικρώ λόγω μου γελάσομαι αθεσίαν και ταλαιπωρίαν επικαλέσομαι ότι εγενήθη ο λόγος κυρίου εις ονειδισμόν εμοί και εις χλευασμόν πάσαν ημέραν και είπα ου μη ονομάσω το όνομα κυρίου και ου μη λαλήσω έτι επί τω ονόματι αυτού και εγένετο ως πυρ καιόμενον φλέγον εν τοις οστέοις μου και παρείμαι πάντοθεν και ου δύναμαι φέρειν 10 ότι ήκουσα ψόγον πολλών συναθροιζομένων κυκλόθεν επισυστήτε και επισυστώμεν επ΄ αυτώ πάντες άνδρες φίλοι αυτού τηρήσατε την επίνοιαν αυτού ει απατηθήσεται και δυνησόμεθα αυτώ και ληψόμεθα την εκδίκησιν ημών εξ αυτού 11 ο δε κύριος μετ΄ εμού καθώς μαχητής ισχύων διά τούτο εδίωξαν και νοήσαι ουκ ηδύναντο ησχύνθησαν σφόδρα ότι ουκ ενόησαν ατιμίας αυτών αι δι΄ αιώνος ουκ επιλησθήσονται 12 κύριε δοκιμάζων δίκαια συνιών νεφρούς και καρδίας ίδοιμι την παρά σου εκδίκησιν εν αυτοίς ότι προς σε απεκάλυψα τα απολογήματά μου 13 άσατε τω κυρίω αινέσατε αυτώ ότι εξείλατο την ψυχήν πένητος εκ χειρός στερεωτέρων 14 επικατάρατος η ημέρα εν η ετέχθην εν αυτή η ημέρα εν η έτεκεν με η μήτηρ μου μη έστω επευκτή 15 επικατάρατος ο άνθρωπος ο ευαγγελισάμενος τω πατρί μου λέγων ετέχθη σοι άρσην ευφραινόμενός εισιν 16 έστω ο άνθρωπος εκείνος ως αι πόλεις ας κατέστρεψε κύριος εν θυμώ και ου μετεμελήθη ακουσάτω κραυγής τοπρωϊ και αλαλαγμού μεσημβρίας 17 ότι ουκ απέκτεινέ με εν μήτρα μητρός μου και εγένετό μοι η μήτηρ μου τάφος μου και η μήτρα συλλήψεως αιωνίας 18 ινατί τούτο εξήλθον εκ μήτρας του βλέπειν κόπους και πόνους και διετέλεσαν εν αισχύνη αι ημέραι μου
Copyright information for ABPGRK