Jeremiah 21

CHAPTER 21

The Coming Destruction from Babylon

ο λόγος ο γενόμενος παρά κυρίου προς Ιερεμίαν ότε απέστειλε προς αυτόν ο βασιλεύς Σεδεκίας τον Πασχόρ υιόν Μελχίου και τον Σοφονίαν υιόν Μαασαίου τον ιερέα λέγων επερώτησον περί ημών τον κύριον ότι βασιλεύς Βαβυλώνος εφέστηκεν εφ΄ ημάς ει ποιήσει κύριος κατά πάντα τα θαυμάσια αυτού και απελεύσεται αφ΄ ημών και είπε προς αυτούς Ιερεμίας ούτως ερείτε προς Σεδεκίαν τάδε λέγει κύριος ο θεός Ισραήλ ιδού εγώ μεταστρέφω τα όπλα τα πολεμικά α εν ταις χερσίν υμών και εν οις υμείς πολεμείτε εν αυτοίς προς τους Χαλδαίους τους συγκεκλεικότας υμάς έξωθεν του τείχους και συνάξω αυτούς εις το μέσον της πόλεως ταύτης και πολεμήσω εγώ υμάς εν χειρί εκτεταμένη και εν βραχίονι κραταιώ μετά θυμού και οργής μεγάλης και πατάξω πάντας τους κατοικούντας εν τη πόλει ταύτη ανθρώπους και τα κτήνη εν θανάτω μεγάλω και αποθανούνται και μετά ταύτα ούτως λέγει κύριος παραδώσω τον Σεδεκίαν βασιλέα Ιούδα και τους παίδας αυτού και τον λαόν τον καταλειφθέντα εν τη πόλει ταύτη από του θανάτου και από του λιμού και από της μαχαίρας εις χείρας εχθρών αυτών των ζητούντων τας ψυχάς αυτών και κατακόψουσιν αυτούς εν στόματι μαχαίρας ου φείσομαι επ΄ αυτοίς και ου μη οικτειρήσω αυτούς και προς τον λαόν τούτον ερείς τάδε λέγει κύριος ιδού εγώ δέδωκα προ προσώπου υμών την οδόν της ζωής και την οδόν του θανάτου ο καθήμενος εν τη πόλει ταύτη αποθανείται εν μαχαίρα και εν λιμώ και ο εκπορευόμενος προσχωρήσαι προς τους Χαλδαίους τους συγκεκλεικότας υμάς ζήσεται και έσται η ψυχή αυτού εις σκύλα ζήσεται 10 διότι εστήρικα το πρόσωπόν μου επί την πόλιν ταύτην εις κακά και ουκ εις αγαθά λέγει κύριος εις χείρας βασιλέως Βαβυλώνος παραδοθήσεται και κατακαύσει αυτήν εν πυρί

Judgment on the House of David

11 ο οίκος βασιλέως Ιούδα ακούσατε λόγον κυρίου 12 οίκος Δαυίδ τάδε λέγει κύριος κρίνατε τοπρωϊ κρίμα και κατευθύνατε και εξελέσθε διηρπασμένον εκ χειρός αδικούντος αυτόν όπως μη αναφθή ως πυρ η οργή μου και καυθήσεται και ουκ έσται ο σβέσων 13 ιδού εγώ προς σε τον κατοικούντα την κοιλάδα Σορ την πεδινήν τους λέγοντας τις πτοήσει ημάς η τις εισελεύσεται προς το κατοικητήριον ημών 14 και σκέψομαι εφ΄ υμάς και ανάψω πυρ εν τω δρυμώ αυτής και έδεται πάντα τα κύκλω αυτής
Copyright information for ABPGRK