Jeremiah 22

CHAPTER 22

The Word against the King's House

τάδε λέγει κύριος πορεύου και κατάβηθι εις τον οίκον του βασιλέως Ιούδα και λαλήσεις εκεί τον λόγον τούτον και ερείς άκουε τον λόγον κυρίου βασιλεύ Ιούδα ο καθήμενος επί θρόνου Δαυίδ συ και ο παίδές σου και ο λαός σου και οι εισπορευόμενοι ταις πύλαις ταύταις τάδε λέγει κύριος ποιείτε κρίμα και δικαιοσύνην και εξαιρείσθε διηρπασμένον εκ χειρός αδικούντος αυτόν και προσήλυτον και ορφανόν και χήραν μη καταδυναστεύετε και μη ασεβείτε και αίμα αθώον μη εκχέητε εν τω τόπω τούτω διότι εάν ποιούντες ποιήσητε τον λόγον τούτον και εισελεύσονται εν ταις πύλαις του οίκου τούτου βασιλείς καθήμενοι επί θρόνου Δαυίδ και επιβεβηκότες εφ΄ αρμάτων και ίππων αυτοί και οι παίδες αυτών και ο λαός αυτών εάν δε μη ποιήσητε τους λόγους τούτους κατ΄ εμαυτού ώμοσα λέγει κύριος ότι εις ερήμωσιν έσται ο οίκος ούτος ότι τάδε λέγει κύριος κατά του οίκου βασιλέως Ιούδα Γαλαάδ συ μοι αρχή του Λιβάνου εάν μη θω σε έρημον πόλεις μη κατοικηθησομένας και επάξω επί σε ολοθρεύοντα άνδρα και τον πέλεκυν αυτού και εκκόψουσι τας εκλεκτάς κέδρους σου και εμβαλούσιν εις το πυρ και διελεύσονται έθνη πολλά διά της πόλεως ταύτης και ερούσι έκαστος προς τον πλησίον αυτού διατί εποίησε κύριος ούτως τη πόλει ταύτη τη μεγάλη και ερούσιν ανθ΄ ων εγκατέλιπον την διαθήκην κυρίου του θεού αυτών και προσεκύνησαν θεοίς αλλοτρίοις και εδούλευσαν αυτοίς 10 μη κλαίετε τον τεθνηκότα μηδέ θρηνείτε αυτόν κλαύσατε κλαυθμώ τον εκπορευόμενον ότι ουκ επιστρέψει έτι ουδέ όψεται την γην πατρίδος αυτού

The Word against Shallum

11 διότι τάδε λέγει κύριος επί Σελλήμ υιόν Ιωσία βασιλέα της Ιουδαίας ος εβασίλευσε υπέρ Ιωσία του πατρός αυτού ος εξήλθεν εκ του τόπου τούτου ουκ αναστρέψει εκεί έτι 12 αλλ΄ η εν τω τόπω ου μετώκισα αυτόν εκεί αποθανείται και την γην ταύτην ουκ όψεται έτι 13 ω ο οικοδομών οικίαν αυτού ου μετά δικαιοσύνης και τα υπερωά αυτού ουκ εν κρίματι παρ΄ αυτώ ο πλησίον εργάται δωρεάν και τον μισθόν αυτού ου μη αποδώση αυτώ 14 ωκοδόμησας σεαυτώ οίκον σύμμετρον υπερώα ριπιστά διεσταλμένα θυρίσι και εξυλωμένα εν κέδρω και κεχρισμένα εν μίλτω 15 μη βασιλεύσης ότι συ παροξυνή εν Αχάζ τω πατρί σου ου φάγονται και ου πίονται βέλτιον σε ποιείν κρίμα και δικαιοσύνην καλήν 16 ουκ έγνωσαν ουκ έκριναν κρίσιν ταπεινώ ουδέ κρίσιν πένητος ου τούτό εστι το μη γνώναί σε εμέ λέγει κύριος 17 ιδού ουκ εισίν οι οφθαλμοί σου ουδέ η καρδία σου καλή αλλ΄ εις την πλεονεξίαν σου και εις το αίμα το αθώον του εκχέαι και εις αδικήματα και εις φόνον του ποιείν αυτά 18 διά τούτο τάδε λέγει κύριος επί Ιωακείμ υιόν Ιωσία βασιλέα Ιούδα ουαί επί τον άνδρα τούτον ου μη κόψονται αυτόν ω αδελφέ ουδέ μη κλαύσονται αυτόν οίμοι κύριε 19 ταφήν όνου ταφήσεται συμψησθείς ριφήσεται επέκεινα της πύλης Ιερουσαλήμ 20 ανάβηθι εις τον Λίβανον και κέκραξον και εις την Βασάν δος την φωνήν σου και βόησον εις το πέραν της θαλάσσης ότι συνετρίβησαν πάντες οι ερασταί σου 21 ελάλησα προς σε εν τη παραπτώσει σου και είπας ουκ ακούσομαι αύτη η οδός σου εκ νεότητός σου ουκ ήκουσας της φωνής μου 22 πάντας τους ποιμένας σου ποιμανεί άνεμος και οι ερασταί σου εν αιχμαλωσία εξελεύσονται ότι τότε αισχυνθήση και ατιμωθήση από πάντων των φιλούντων σε 23 κατοικούσα εν τω Λιβάνω εννοσσεύουσα εν ταις κέδροις καταστενάξεις εν τω ελθείν σοι οδύνας ωδίνας ως τικτούσης

The Word to Coniah

24 ζω εγώ λέγει κύριος εάν γενόμενος γένηται Ιεχονίας υιός Ιωακίμ βασιλεύς Ιούδα αποσφράγισμα επί της χειρός της δεξιάς μου εκείθεν εκσπάσω σε 25 και παραδώσω σε εις χείρας των ζητούντων την ψυχήν σου ων συ ευλαβή από προσώπου αυτών και εις χείρας Ναβουχοδονόσορ βασιλέως της Βαβυλώνος και εις χείρας των Χαλδαίων 26 και απορρίψω σε και την μητέρα σου την τεκούσάν σε εις γην ου ουκ ετέχθης εκεί και εκεί αποθανείσθε 27 εις δε την γην ην αυτοί εύχονται ταις ψυχαίς αυτών εκεί ου μη αποστρέψουσιν 28 ητιμώθη Ιεχονίας ως σκεύος ου ουκ έστι χρεία αυτού ότι εξερρίφη και εξεβλήθη εις γην ην ουκ ήδει 29 γη γη άκουε λόγον κυρίου 30 τάδε λέγει κύριος γράψον τον άνδρα τούτον εκκήρυκτον άνθρωπον ότι ου μη αυξηθή εκ του σπέρματος αυτού ανήρ καθήμενος επί θρόνου Δαυίδ άρχων έτι εν τω Ιούδα
Copyright information for ABPGRK