Jeremiah 23

CHAPTER 23

Two Kinds of Shepherds

ω οι ποιμένες οι διασκορπίζοντες και απολλύοντες τα πρόβατα της νομής μου διά τούτο τάδε λέγει κύριος ο θεός Ισραήλ επί τους ποιμένας τους ποιμαίνοντας τον λαόν μου υμείς διεσκορπίσατε τα πρόβατά μου και εξώσατε αυτά και ουκ επεσκέψασθε αυτά ιδού εγώ εκδικώ εφ΄ υμάς κατά τα πονηρά επιτηδεύματα υμών και εγώ εισδέξομαι τους καταλοίπους του λαού μου από πάσης της γης ου έξωσα αυτούς εκεί και καταστήσω αυτούς εις την νομήν αυτών και αυξηθήσονται και πληθυνθήσονται και αναστήσω αυτοίς ποιμένας οι ποιμανούσιν αυτούς και ου φοβηθήσονται έτι ουδέ πτοηθήσονται ουδέ εκζητηθήσονται λέγει κύριος ιδού ημέραι έρχονται λέγει κύριος και αναστήσω τω Δαυίδ ανατολήν δικαίαν και βασιλεύσει βασιλεύς και συνήσει και ποιήσει κρίμα και δικαιοσύνην επί της γης εν ταις ημέραις αυτού σωθήσεται Ιούδας και Ισραήλ κατασκηνώσει πεποιθώς και τούτο το όνομα αυτού ο καλέσει αυτόν κύριος Ιωσεδέκ διά τούτο ιδού ημέραι έρχονται λέγει κύριος και ουκ ερούσιν έτι ζη κύριος ος ανήγαγε τον οίκον Ισραήλ εκ γης Αιγύπτου αλλά ζη κύριος ος ανήγαγε και συνήγαγε άπαν το σπέρμα Ισραήλ από γης βορρά και από πασών των χωρών ου εξώθησαν εκεί και απεκατέστησεν αυτούς εις την γην αυτών εν τοις προφήταις συνετρίβη η καρδία μου εν εμοί εσαλεύθη πάντα τα οστά μου εγενήθην ως ανήρ συντετριμμένος και ως άνθρωπος συνεχόμενος από οίνου από προσώπου κυρίου και από προσώπου ευπρεπείας δόξης αυτού 10 ότι μοιχών επλήσθη η γη ότι από προσώπου τούτων επένθησεν η γη εξηράνθησαν αι νομαί της ερήμου και εγένετο ο δρόμος αυτών πονηρός και η ισχύς αυτών ουκ ούτως

The Wicked Priests and Prophets

11 ότι ιερεύς και προφήτης εμολύνθησαν και εν τω οίκω μου είδον πονηρίας αυτών λέγει κύριος 12 διά τούτο γενέσθω η οδός αυτών αυτοίς εις ολίσθημα εν γνόφω και υποσκελισθήσονται και πεσούνται εν αυτή διότι επάξω επ΄ αυτούς κακά εν ενιαυτώ επισκέψεως αυτών λέγει κύριος 13 και εν τοις προφήταις Σαμαρείας είδον ανομήματα προεφήτευσαν επι Βάαλ και επλάνησαν τον λαόν μου τον Ισραήλ 14 και εν τοις προφήταις Ιερουσαλήμ εώρακα φρικτά μοιχωμένους και πορευομένους εν ψευδέσι και αντιλαμβανομένους χειρών πονηρών του μη αποστραφήναι έκαστον από της οδού αυτού της πονηράς εγενήθησάν μοι πάντες ως Σόδομα και οι κατοικούντες αυτήν ώσπερ Γόμορρα 15 διά τούτο τάδε λέγει κύριος των δυνάμεων προς τους προφήτας ιδού εγώ ψωμίζω αυτούς οδύνην και ποτιώ αυτούς ύδωρ πικρόν ότι από των προφητών Ιερουσαλήμ εξήλθε μολυσμός πάση τη γη 16 ούτως λέγει κύριος το παντοκράτωρ μη ακούετε τους λόγους των προφητών των προφητευόντων υμίν ότι ματαιούσιν εαυτοίς όρασιν από καρδίας αυτών λαλούσι και ουκ από στόματος κυρίου 17 λέγουσι τοις απωθουμένοις τον λόγον κυρίου ειρήνη έσται υμίν και πάσι τοις πορευομένοις τοις θελήμασιν αυτών και παντί τω πορευομένω εν πλάνη καρδίας αυτού ουχ ήξει επί σε κακά 18 ότι τις έστη εν υποστήματι κυρίου και είδε και ήκουσε τον λόγον αυτού τις ενωτίσατο και ήκουσεν 19 ιδού σεισμός παρά κυρίου και οργή εκπορεύεται εις συσσεισμόν συστρεφομένη επί τους ασεβείς ήξει 20 και ουκ αποστρέψει ο θυμός κυρίου έως αν ποιήση αυτό και έως αν στήση αυτό από εγχειρήματος καρδίας αυτού επ΄ εσχάτων των ημερών νοήσουσιν αυτά 21 ουκ απέστελλον τους προφήτας και αυτοί έτρεχον ουκ ελάλησα προς αυτούς και αυτοί προεφήτευον 22 και ει έστησαν εν υποστάσει μου και ήκουσαν των λόγων μου και τον λαόν μου αν απέστρεφον από των πονηρών επιτηδεύματων αυτών 23 θεός εγγίζων εγώ ειμι λέγει κύριος και ουχί θεός πόρρωθεν 24 ει κρυβήσεταί τις εν κρυφαίοις και εγώ ουκ όψομαι αυτόν λέγει κύριος μη ουχί τον ουρανόν και την γην εγώ πληρώ λέγει κύριος 25 ήκουσα α λαλούσιν οι προφήται α προφητεύουσιν επί τω ονόματί μου ψευδή λέγοντες ηνυπνιασάμην ενύπνιον 26 έως πότε έσται εν καρδία των προφητών των προφητευόντων ψευδή και εν τω προφητεύειν αυτούς τα θελήματα της καρδίας αυτών 27 των λογιζομένων του επιλαθέσθαι του ονόματός μου εν τοις ενυπνίοις αυτών α διηγούντο έκαστος προς τον πλησίον αυτού καθάπερ επελάθοντο οι πατέρες αυτών του ονόματός μου εν τη Βάαλ 28 ο προφήτης εν ω το ενύπνιόν εστι διηγησάσθω το ενύπνιον αυτού και εν ω ο λόγος μου προς αυτόν διηγησάσθω τον λόγον μου επ΄ αληθείας τι το άχυρον προς τον σίτον ούτως οι λόγοι μου λέγει κύριος 29 ουχ οι λογοι μου ώσπερ πυρ φλέγον λέγει κύριος και ως πέλεκυς κόπτων πέτραν 30 ιδού εγώ προς τους προφήτας λέγει κύριος ο θεός τους κλέπτοντας τους λόγους μου έκαστος παρά του πλησίον αυτού 31 ιδού εγώ προς τους προφήτας λέγει κύριος τους εκβάλλοντας προφητείας γλώσσης και νυστάζοντας νυσταγμόν εαυτών 32 ιδού εγώ προς τους προφήτας τους προφητεύοντας ενύπνια ψευδή και ου διηγούντο αυτά και επλάνησαν τον λαόν μου εν τοις ψεύδεσιν αυτών και εν τοις πλάνοις αυτών και εγώ ουκ απέστειλα αυτούς και ουκ ενετειλάμην αυτοίς και ωφέλειαν ουκ ωφελήσουσι τον λαόν τούτον λέγει κύριος

The Concern of The LORD

33 και εάν ερωτήση σε ο λαός ούτος η ιερεύς η προφήτης λέγων τι το λήμμα κυρίου και ερείς αυτοίς υμείς εστέ το λήμμα και ράξω υμάς λέγει κύριος 34 και ο προφήτης και ο ιερεύς και ο λαός οι αν είπωσι λήμμα κυρίου και εκδικήσω τον άνθρωπον εκείνον και τον οίκον αυτού 35 ούτως ερείτε έκαστος προς τον πλησίον αυτού και έκαστος προς τον αδελφόν αυτού τι απεκρίθη κύριος και τι ελάλησε κύριος 36 και λήμμα κυρίου μη ονομάζετε έτι ότι το λήμμα τω ανθρώπω έσται ο λόγος αυτού και εξεστρέψατε τους λόγους θεού ζώντος 37 ούτως ερείτε προς τον προφήτην τι ελάλησε κύριος ο θεός ημών 38 διά τούτο τάδε λέγει κύριος ανθ΄ ων είπατε τον λόγον τούτον λήμμα κυρίου και απέστειλα προς υμάς λέγων ουκ ερείτε λήμμα κυρίου 39 διά τούτο ιδού εγώ λαμβάνω και ράσσω υμάς και την πόλιν ην δέδωκα υμίν και τοις πατράσιν υμών 40 και δώσω εφ΄ υμάς ονειδισμόν αιώνιον και ατιμίαν αιώνιον ήτις ουκ επιλησθήσεται
Copyright information for ABPGRK