Jeremiah 24

CHAPTER 24

Two Baskets of Figs

1έδειξέ μοι κύριος δύο καλάθους σύκων κειμένους κατά πρόσωπον ναού κυρίου μετά το αποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλώνος τον Ιεχονίαν υιόν Ιωακείμ βασιλέα Ιούδα και τους άρχοντας και τους τεχνίτας και τους δεσμώτας εξ Ιερουσαλήμ και ήγαγεν αυτούς εις Βαβυλώνα 2ο κάλαθος ο εις σύκων χρηστών σφόδρα ως τα σύκα τα πρώϊμα και ο κάλαθος ο έτερος σύκων πονηρών σφόδρα α ου βρωθήσεται από πονηρίας αυτών 3και είπε κύριος προς με τι συ οράς Ιερεμία και είπα σύκα τα σύκα τα χρηστά χρηστά λίαν και τα πονηρά πονηρά λίαν α ου βρωθήσεται από πονηρίας αυτών 4και εγένετο λόγος κυρίου προς με λέγων 5τάδε λέγει κύριος ο θεός Ισραήλ ως τα σύκα τα χρηστά ταύτα ούτως επιγνώσομαι τους αποικισθέντας Ιουδαίους ους εξαπέσταλκα εκ του τόπου τούτου εις γην Χαλδαίων εις αγαθά 6και στηριώ τους οφθαλμούς μου επ΄ αυτούς εις αγαθά και αποκαταστήσω αυτούς εις την γην ταύτην και ανοικοδομήσω αυτούς και ου μη καθελώ και καταφυτεύσω αυτούς και ου μη εκτίλω 7και δώσω αυτοίς καρδίαν του ειδέναι αυτούς εμέ ότι εγώ ειμι κύριος και έσονταί μοι εις λαόν και εγώ έσομαι αυτοίς εις θεόν ότι επιστραφήσονται επ΄ εμέ εξ όλης καρδίας αυτών 8και ως τα σύκα τα πονηρά α ου βρωθήσονται από πονηρίας αυτών τάδε λέγει κύριος ούτω παραδώσω τον Σεδεκίαν βασιλέα Ιούδα και τους μεγιστάνας αυτού και το κατάλοιπον Ιερουσαλήμ τους υπολελειμμένους εν τη γη ταύτη και τους κατοικούντας εν Αιγύπτω 9και δώσω αυτούς εις διασκορπισμόν εις πάσας τας βασιλείας της γης και έσονται εις ονειδισμόν και εις παραβολήν και εις μίσος και εις κατάραν εν παντί τόπω ου εξώσω αυτούς εκεί 10και αποστελώ εις αυτούς τον λιμόν και τον θάνατον και την μάχαιραν έως αν εκλείπωσιν από της γης ην έδωκα αυτοίς και τοις πατράσιν αυτών
Copyright information for ABPGRK