Jeremiah 26

CHAPTER 26

Jeremiah Speaks in the Courtyard

εν αρχή βασιλέως Ιωακείμ υιόυ Ιωσίου εγενήθη ο λόγος ούτος παρά κυρίου ούτως είπε κύριος στήθι εν αυλή οίκου κυρίου και χρηματιείς παντί Ιούδα τοις ερχομένοις προσκυνείν εν οίκω κυρίου άπαντας τους λόγους ους συνέταξά σοι χρημάτισαι αυτοίς μη αφελής ρήμα ίσως ακούσονται και αποστραφήσονται έκαστος από της οδού αυτού της πονηράς και παύσομαι από των κακών ων εγώ λογίζομαι του ποιήσαι αυτοίς ένεκεν των πονηρών επιτηδευμάτων αυτών και ερείς ούτως είπε κύριος εάν μη ακούσητέ μου του πορεύεσθαι εν τοις νομίμοις μου οις έδωκα προ προσώπον υμών εισακούειν των λόγων των παίδων μου των προφητών ους εγώ αποστέλλω προς υμάς όρθρου και απέστειλα και ουκ εισηκούσατε μου και δώσω τον οίκον τούτον ώσπερ Σηλώ και την πόλιν ταύτην δώσω εις κατάραν πάσι τοις έθνεσι της γης και ήκουσαν οι ιερείς και οι ψευδοπροφήται και πας ο λαός του Ιερεμίου λαλούντος τους λόγους τούτους εν οίκω κυρίου

Jeremiah Seized

και εγένετο Ιερεμίου παυσαμένου λαλούντος πάντα α συνέταξε κύριος αυτώ λαλήσαι παντί τω λαώ και συνέλαβοσαν αυτόν οι ιερείς και οι ψευδοπροφήται και πας ο λαός λέγων θανάτω αποθάνη ότι προεφήτευσας τω ονόματι κυρίου λέγων ώσπερ Σηλώ έσται ο οίκος ούτος και η πόλις αύτη ερημωθήσεται από κατοικούντων και εξεκκλησιάσθη πας ο λαός επί Ιερεμίαν εν οίκω κυρίου 10 και ήκουσαν οι άρχοντες Ιούδα των λόγων τούτων και ανέβησαν εξ οίκου του βασιλέως εις οίκον κυρίου και εκάθισαν εν προθύροις πύλης κυρίου της καινής 11 και είπαν οι ιερείς και οι ψευδοπροφήται προς τους άρχοντας και παντί τω λαώ κρίσις θανάτου τω ανθρώπω τούτω ότι προεφήτευσε κατά της πόλεως ταύτης καθώς ηκούσατε εν τοις ωσίν υμών 12 και είπεν Ιερεμίας προς πάντας τους άρχοντας και παντί τω λαώ λέγων κύριος απέστειλέ με προφητεύσαι επί τον οίκον τούτον και επί την πόλιν ταύτην πάντας τους λόγους ους ηκούσατε 13 και νυν βελτίους ποιήσατε τας οδούς υμών και τα έργα υμών και ακούσατε της φωνής κυρίου του θεού υμών και παύσεται κύριος από των κακών ων ελάλησεν εφ΄ υμάς 14 και ιδού εγώ εν χερσίν υμών ποιήσατέ μοι ως συμφέρει υμίν και ως βέλτιον υμίν 15 αλλ΄ η γνόντες γνώσεσθε ότι ει αναιρείτέ με αίμα αθώον υμείς δίδοτε εφ΄ υμάς και επί την πόλιν ταύτην και επί τους κατοικούντας εν αυτή ότι εν αληθεία απέσταλκέ με κύριος προς υμάς λαλήσαι εις τα ώτα υμών πάντας τους λόγους τούτους 16 και είπαν οι άρχοντες και πας ο λαός προς τους ιερείς και προς τους ψευδοπροφήτας ουκ έστι τω ανθρώπω τούτω κρίσις θανάτου ότι επί τω ονόματι κυρίου του θεού ημών ελάλησε προς ημάς 17 και ανέστησαν άνδρες των πρεσβυτέρων της γης και είπαν πάση τη συναγωγή του λαού λέγοντες 18 Μιχαίας ο Μωρασθίτης ην προφήτης εν ταις ημέραις Εζεκίου βασιλέως Ιούδα και είπε παντί τω λαώ Ιούδα λέγων ούτως είπε κύριος των δυνάμεων Σιών ως αγρός αροτριαθήσεται και Ιερουσαλήμ εις οπωροφυλάκιον έσται και το όρος του οίκου εις άλσος δρυμού 19 μη αναίρων ανείλεν αυτόν Εζεκίας βασιλεύς Ιούδα και πας Ιούδα ουχ εφοβήθησαν τον κύριον και εδεήθησαν του προσώπου κυρίου και επαύσατο κύριος από των κακών ων ελάλησεν επ΄ αυτούς και ημείς εποιήσαμεν κακά μεγάλα επί ψυχάς ημών 20 και άνθρωπος ην προφητεύων τω ονόματι κυρίου Ουρίας υιός Σαμαίου εκ Καριαθιαρείμ και προεφήτευσε περί της πόλεως ταύτης και περί της γης ταύτης κατά πάντας τους λόγους Ιερεμίου 21 και ήκουσεν ο βασιλεύς Ιωακείμ και πάντες οι άρχοντες πάντας τους λόγους αυτού και εζήτουν αποκτείναι αυτόν και ήκουσεν Ουρίας και εφοβήθη και έφυγε και εισήλθεν εις Αίγυπτον 22 και εξαπέστειλεν ο βασιλεύς άνδρας εις Αίγυπτον Ελιακίμ υιόν Αχοβώρ και άνδρας μετ΄ αυτού εις τον Αίγυπτον 23 και εξήγαγον αυτόν εκείθεν και εισήγαγον αυτόν προς τον βασιλέα και επάταξεν αυτόν εν μαχαίρα και έρριψεν αυτόν εις το μνήμα υιών λαού αυτού 24 πλην χειρ Αχεικάμ υιόυ Σαφάν ην μετά Ιερεμίου του μη παραδούναι αυτόν εις χείρας του λαού του μη ανελείν αυτόν
Copyright information for ABPGRK