Jeremiah 27

CHAPTER 27

Bonds and Collars

1εν αρχή της βασιλείας Ιωακίμ υιόυ Ιωσίου βασιλέως Ιούδα εγένετο το ρήμα τούτο προς Ιερεμίαν παρά κυρίου λέγων 2ούτως είπε κύριος ποίησον σεαυτώ δεσμούς και κλοιούς και περίθου περί τον τράχηλόν σου 3και αποστελείς αυτούς προς τον βασιλέα Ιδουμαίας και προς βασιλέα Μωάβ και προς τον βασιλέα υιών Αμμών και προς τον βασιλέα Τύρου και προς βασιλέα Σιδώνος εν χερσίν αγγέλων αυτών των ερχομένων εν Ιερουσαλήμ προς Σεδεκίαν βασιλέα Ιούδα 4και συντάξεις αυτοίς προς τους κυρίους αυτών ειπείν ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ ούτως ερείτε προς τους κυρίους υμών 5εγώ εποίησα την γην και τους ανθρώπους και τα κτήνη τα επί πρόσωπον της γης εν τη ισχύϊ μου τη μεγάλη και εν τω βραχίονί μου τω υψηλώ και δώσω αυτήν ω αν δόξη εν οφθαλμοίς μου 6και νυν εγώ έδωκα πάσαν την γην τω Ναβουχοδονόσορ βασιλεί Βαβυλώνος δουλεύειν αυτώ και τα θηρία του αγρού εργάζεσθαι αυτώ 7και τω υιώ αυτού και τω υιώ του υιού αυτού έως του ελθείν καιρόν της γης αυτού και γε αυτού και δουλεύσουσιν αυτώ έθνη πολλά και βασιλείς μεγάλοι 8και το έθνος και η βασιλεία όσοι αν μη εδούλευσαν Ναβουχοδονόσορ βασιλεί της Βαβυλώνος και όσοι αν μη εμβάλωσι τον τράχηλον αυτών υπό τον ζυγόν βασιλέως Βαβυλώνος εν μαχαίρα και εν λοιμώ και εν λιμώ επισκέψομαι αυτούς είπε κύριος έως εκλίπωσιν εν χειρί αυτού 9και υμείς μη ακούετε των ψευδοπροφητών υμών και των μαντευομένων υμίν και των ενυπνιαζομένων υμίν και των οιωνισμάτων υμών και των φαρμακών υμών λεγόντων ου μη εργάσησθε τω βασιλεί Βαβυλώνος 10ότι ψευδή αυτοί προφητεύουσιν υμίν προς το μακρύναι υμάς από της γης υμών και ίνα εκβάλω υμάς και απολείσθε 11και το έθνος ο αν εισαγάγη τον τράχηλον αυτού υπό τον ζυγόν βασιλέως Βαβυλώνος και εργάσηται αυτώ καταλείψω αυτο επί της γης αυτού λέγει κύριος και εργάται αυτήν και ενοικήσει εν αυτή 12και προς Σεδεκίαν βασιλέα Ιούδα ελάλησα κατά πάντας τους λόγους τούτους λέγων εισαγάγετε τον τράχηλον υμών υπό ζυγώ του βασιλέως Βαβυλώνος 13και εργάσεσθε αυτώ και τω λαώ αυτού και ζήτε ινατί αποθνήξεσθε συ και ο λαός σου εν μαχαίρα και εν λιμώ και εν λοιμώ ως ελάλησε κύριος κατά έθνους ο ουκ εδούλευσεν τω βασιλεί Βαβυλώνος 14μη ακούσητε τα ρήματα των προφητών λεγόντων υμίν μη δουλεύητε τω βασιλεί Βαβυλώνος ότι άδικα αυτοί προφητεύουσιν υμίν 15ουκ απέστειλα αυτούς φησι κύριος και προφητεύουσι τω ονόματί μου επ΄ αδίκω προς το απολέσαι υμάς και απολείσθε υμείς και οι προφήται υμών οι προφητεύοντες υμίν επ΄ αδίκω ψευδή 16και τοις ιερεύσιν και παντί τω λαώ τούτω ελάλησα λέγων ούτως είπε κύριος μη ακούετε των λόγων των προφητών των προφητευόντων υμίν λεγόντων ιδού σκεύη οίκου κυρίου επιστρέψει εκ Βαβυλώνος νυν ταχέως ότι άδικα αυτοί προφητεύουσιν υμίν 17μη ακούετε αυτών αλλά δουλεύετε τω βασιλεί της Βαβυλώνος και ζήτε ινατί έσται αυτή η πόλις εις ερήμωσιν 18ει προφήται εισί και ει έστι λόγος κυρίου εν αυτοίς απαντησάτωσάν μοι ίνα μη εισενεχθήσωνται τα σκεύη τα καταλειφθέντα εν οίκω κυρίου και εν οίκω του βασιλέως Ιούδα και Ιερουσαλήμ εις Βαβυλώνα 19ότι ούτως είπεν κύριος περί των στήλων και περί της θαλάσσης και περί των μεχωνώθ και προς τα επίλοιπα σκευών τα καταλειφθέντα εν τη πόλει ταύτη 20ων ουκ έλαβεν βασιλεύς Βαβυλώνος ότε απώκισε τον Ιεχονίαν υιόν Ιωακίμ βασιλέως Ιούδα εξ Ιερουσαλήμ εις Βαβυλώνα και πάντας τους άρχοντας Ιούδα και Ιερουσαλήμ 21ότι τάδε λέγει κύριος των δυνάμεων ο θεός Ισραήλ περί των σκευών των καταλειφθέντων εν οίκω κυρίου και εν οίκω βασιλέως Ιούδα και Ιερουσαλήμ 22εις Βαβυλώνα εισελεύσονται και εκεί έσονται έως της ημέρας της επισκέψεως αυτών και ανάξω αυτά και αναστρέψω αυτά εις τον τόπον τούτον
Copyright information for ABPGRK