Jeremiah 28

CHAPTER 28

Hananiah the Prophet

και εγένετο εν τω τετάρτω έτει βασιλεύοντος Σεδεκίου βασιλέως Ιούδα εν μηνί τω πέμπτω είπέ μοι Ανανίας υιός Αζώρ ο ψευδοπροφήτης ο από Γαβαών εν οίκω κυρίου κατ΄ οφθαλμούς των ιερέων και παντός του λαού λέγων ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ συνέτριψα τον ζυγόν του βασιλέως Βαβυλώνος έτι δύο έτη ημερών εγώ αποστρέψω εις τον τόπον τούτον πάντα τα σκεύη οίκου κυρίου και Ιεχονίαν και την αποικίαν Ιούδα ότι συντρίψω τον ζυγόν βασιλέως Βαβυλώνος και είπεν Ιερεμίας ο προφήτης προς Ανανίαν κατ΄ οφθαλμούς των ιερέων και κατ΄ οφθαλμούς παντός του λαού των εστηκότων εν οίκω κυρίου και είπεν Ιερεμίας αληθώς ούτως ποιήσαι κύριος στήσαι κύριος τον λόγον σου ον συ προφητεύεις του επιστρέψαι τα σκεύη οίκου κυρίου και πάσαν την αποικίαν εκ Βαβυλώνος εις τον τόπον τούτον πλην ακούσατε τον λόγον τούτον ον εγώ λέγω εις τα ώτα υμών και εις τα ώτα παντός του λαού οι προφήται οι γεγονότες πρότεροι μου και πρότεροι υμών από του αιώνος και προεφήτευσαν επί γης πολλής και επί βασιλείας μεγάλας περί πολέμου και περί θλίψεως και περί λοιμού ο προφήτης ο προφητεύσας εις ειρήνην ελθόντος του λόγου γνώσονται τον προφήτην ον απέστειλεν αυτοίς κύριος εν πίστει 10 και έλαβεν Ανανίας τους κλοιούς από του τραχήλου Ιερεμίου και συνέτριψεν αυτούς 11 και είπεν Ανανίας κατ΄ οφθαλμούς παντός του λαού λέγων ούτως είπε κύριος ούτως συντρίψω τον ζυγόν βασιλέως Βαβυλώνος δύο έτη ημερών από των τραχήλων πάντων των εθνών και ώχετο Ιερεμίας εις την οδόν αυτού 12 και εγένετο λόγος κυρίου προς Ιερεμίαν μετά το συντρίψαι Ανανίαν τους κλοιούς από του τραχήλου αυτού λέγων 13 βάδιζε και είπον προς Ανανίαν λέγων ούτως είπε κύριος κλοιούς ξυλίνους συνέτριψας και ποιήσω αντί τούτων κλοιούς σιδηρούς 14 ότι ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ ζυγόν σιδηρούν τέθεικα επί τον τράχηλον πάντων των εθνών εργάζεσθαι τω βασιλεί Βαβυλώνος του δουλεύειν αυτώ και γε τα κτήνη της γης έδωκα αυτώ 15 και είπεν Ιερεμίας τω Ανανία άκουε Ανανία ουκ απέσταλκέ σε κύριος και συ πεποιθέναι εποίησας τον λαόν τούτον επ΄ αδίκω 16 διά τούτο ούτως είπε κύριος ιδού εγώ εξαποστέλλω σε από προσώπου της γης τούτω τω ενιαυτώ αποθάνη ότι κατά του κυρίου ελάλησας 17 και απέθανεν τω μηνί τω εβδόμω
Copyright information for ABPGRK