Jeremiah 29

CHAPTER 29

Jeremiah's Letter to the Captives

1και ούτοι οι λόγοι της βίβλου ους απέστειλεν Ιερεμίας προφήτης εξ Ιερουσαλήμ προς τους πρεσβυτέρους της αποικίας και προς τους ιερείς και προς τους ψευδοπροφήτας και προς πάντα τον λαόν ον απώκισε Ναβουχοδονόσορ εξ Ιερουσαλήμ εις Βαβυλώνα 2ύστερον εξελθόντος Ιεχονίου του βασιλέως και της βασιλίσσης και των ευνούχων και παντός ελευθέρου και δεσμώτου και τεχνίτου εξ Ιερουσαλήμ 3εν χειρί Ελέασα υιόυ Σαφάν και Γαμαρίου υιόυ Χελκίου ον απέστειλε Σεδεκίας βασιλεύς Ιούδα προς βασιλέα Βαβυλώνος εις Βαβυλώνα λέγων 4ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ επί την αποικίαν ην απώκισεν από Ιερουσαλήμ εις Βαβυλώνα 5οικοδομήσατε οικίας και κατοικήσατε και φυτεύσατε παραδείσους και φάγεσθε τους καρπούς αυτών 6και λάβετε γυναίκας και τεκνοποιήσατε υιούς και θυγατέρας και λάβετε τοις υιοίς υμών γυναίκας και τας θυγατέρας υμών δότε ανδράσι και τέξονται υιούς και θυγατέρας και πληθύνεσθε και μη σμικρυνθήτε 7και ζητήσατε εις ειρήνην της γης εις ην απώκισα υμάς εκεί και προσεύξασθε περί αυτών προς κύριον ότι εν τη ειρήνη αυτών έσται ειρήνη υμίν 8ότι ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ μη αναπειθέτωσαν υμάς οι ψευδοπροφήται οι εν υμίν και μη αναπειθέτωσαν υμάς οι μάντεις υμών και μη ακούετε εις τα ενύπνια υμών α υμείς ενυπνιάζεσθε 9ότι άδικα αυτοί προφητεύουσιν υμίν επί τω ονόματί μου και ουκ απέστειλα αυτούς λέγει κύριος 10ότι ούτως είπε κύριος όταν μέλλη πληρούσθαι εν Βαβυλώνι εβδομήκοντα έτη επισκέψομαι υμάς και επιστήσω τους λόγους μου εφ΄ υμάς του επιστρέψαι τον λαόν υμών εις τον τόπον τούτον 11και λογιούμαι εφ΄ υμάς λογισμόν ειρήνης και ου κακά του δούναι υμίν ταύτα 12και προσεύξασθε προς με και εισακούσομαι υμών 13και εκζητήσετέ με και ευρήσετέ με ότι όταν εκζητήσητέ με εν όλη καρδία υμών 14και επιφανούμαι υμίν 15ότι είπατε κατέστησεν ημίν κύριος προφήτας εν Βαβυλώνι 16ούτω λέγει κύριος προς τον βασιλέα τον καθήμενον επί θρόνου Δαυίδ και προς πάντα τον λαόν τον κατοικούντα εν τη πόλει ταύτη και προς τους αδελφούς υμών οι ουκ εξεπορεύθησαν μεθ΄ υμών εις αιχμαλωσίαν 17ούτω λέγει κύριος των δυνάμεων ιδού εγώ αποστελώ εις αυτούς μάχαιραν και λιμόν και λοιμόν και θήσω αυτούς ως σύκα πονηρά α ουκ έδεσθαι δύνανται υπό της πονηρίας 18και διώξω αυτούς εν μαχαίρα και λιμώ και λοιμώ και δώσω αυτούς εις κίνησιν εν πάσαις ταις βασιλείαις της γης και εις κατάραν και εις απορίαν και εις συρισμόν και εις ονειδισμόν πάσι τοις έθνεσι προς ους εγώ εκβάλλω αυτούς 19διότι ουκ ήκουσαν τα ρήματά μου λέγει κύριος α άπεσταλκα προς αυτούς διά τους δούλους μου τους προφήτας ορθρίζων και αποστέλλων και ουκ ηκούσατε λέγει κύριος 20υμείς ουν ακούσατε των λόγων κυρίου πάσα η μετοικεσία ην απέσταλκα από Ιερουσαλήμ εις Βαβυλώνα 21ούτως είπε κύριος επί Αχάβ υιός Κωλιά και επί Σεδεκίαν υιός Μαασία τους προφητεύοντας υμίν εν ονόματί μου ψευδώς ιδού εγώ δίδωμι αυτούς εις χείρας βασιλέως Βαβυλώνος και πατάξει αυτούς κατ΄ οφθαλμούς υμών 22και λήψονται απ΄ αυτών κατάραν εν πάση τη αποικία Ιούδα εν Βαβυλώνι λέγοντες ποιήσαι σε κύριος ως Σεδεκίαν εποίησε και ως Αχάβ ους απετηγάνισε βασιλεύς Βαβυλώνος εν πυρί 23δι΄ ην εποίησαν ανομίαν εν Ιερουσαλήμ και εμοιχώντο τας γυναίκας των πολιτών αυτών και λόγον εχρημάτισαν επι τω ονόματί μου ον ου συνέταξα αυτοίς και εγώ μάρτυς φησί κύριος 24και προς Σαμάϊαν τον Νεελαμίτην ερείς 25ουκ απέστειλά σε τω ονόματί μου και προς Σοφονίαν υιόν Μαασαίου τον ιερέα είπε 26κύριος έδωκέ σε ιερέα αντί Ιωδάε του ιερέως γενέσθαι επιστάτην εν τω οίκω κυρίου παντί ανθρώπω προφητεύοντι και παντί ανθρώπω μαινομένω και δώσεις αυτόν εις το απόκλεισμα και εις τον καταράκτην 27και νυν διατί ουκ συνελοιδορήσατε Ιερεμίαν τον εξ Αναθώθ τον προφητεύσαντα υμίν 28ότι διά τούτο απέστειλεν προς ημάς εν Βαβυλώνι λέγων μακραν εστιν οικοδομήσατε οικίας και κατοικήσατε και φυτεύσατε κήπους και φάγεσθε των καρπών αυτών 29και ανέγνω Σοφονίας το βιβλίον εις τα ώτα Ιερεμίου του προφήτου 30και εγένετο λόγος κυρίου προς Ιερεμίαν λέγων 31απόστειλον προς πάσαν την αποικίαν λέγων ούτως είπε κύριος επί Σαμαϊαν τον Νεελαμίτην επειδή προεφήτευσεν υμίν Σαμαϊας και εγώ ουκ απέστειλα αυτόν και πεποιθέναι εποίησεν υμάς επ΄ αδικω 32διά τούτο ούτως είπε κύριος ιδού εγώ επισκέψομαι επί Σαμαίαν και επί το γένος αυτού και ουκ έσται αυτώ άνθρωπος εν μέσω υμών του ειδείν τα αγαθά α εγώ ποιήσω υμίν λέγει κύριος ότι αποστασίαν ελάλησεν κατά του κυρίου
Copyright information for ABPGRK