Jeremiah 30

CHAPTER 30

The Return of Israel

ο λόγος ο γενόμενος προς Ιερεμίαν παρά κυρίου ειπείν ούτως είπε κύριος ο θεός Ισραήλ λέγων γράψον πάντας τους λόγους ους εχρημάτισα προς σε επί βιβλίω ότι ιδού ημέραι έρχονται φησί κύριος και αποστρέψω την αποικίαν λαού μου Ισραήλ και Ιούδα είπε κύριος και αποστρέψω αυτούς εις την γην ην έδωκα τοις πατράσιν αυτών και κυριεύσουσιν αυτής και ούτοι οι λόγοι ους ελάλησε κύριος επί Ισραήλ και Ιούδα ούτως είπε κύριος φωνήν φόβου ακούσεσθε φόβος και ουκ έστιν ειρήνη ερωτήσατε και ίδετε ει έτεκεν άρσεν διότι εώρακα πάντα άνθρωπον και αι χείρες αυτού επί της οσφύος αυτού ως τικτούσης και εστράφησαν πρόσωπα εις ίκτερον ουαί ότι μεγάλη η ημέρα εκείνη και ουκ έστι τοιαύτη και χρόνος στενός εστι τω Ιακώβ και από τούτου σωθήσεται εν τη ημέρα εκείνη είπε κύριος των δυνάμεων συντρίψω τον ζυγόν από του τραχήλου αυτών και τους δεσμούς αυτών διαρρήξω και ουκ εργώνται αυτοί έτι αλλοτρίοις και εργώνται τω κυρίω θεώ αυτών και τον Δαυίδ βασιλέα αυτών αναστήσω αυτοίς 10 συ δε μη φοβού δουλέ μου Ιακώβ λέγει κύριος ου δε μη πτοηθής Ισραήλ ότι ιδού εγώ σώσω σε εκ γης μακρόθεν και το σπέρμα σου εκ γης της αιχμαλωσίας αυτών και αποστραφήσεται Ιακώβ και αναπαύσει και περισσεύσει πάσι τοις αγαθοίς και ουκ έσται ο φοβούμενος 11 ότι μετά σου ειμί λέγει κύριος του σώζειν σε ποιήσω γαρ συντέλειαν εν πάσι τοις έθνεσι εν αις διέσπειρά σε σε δε ου μη ποιήσω εις συντέλειαν αλλά παιδεύσω σε εν κρίσει και καθαρίζων ου καθαριώ σε 12 ούτως είπε κύριος ανέστησα σύντριμμα αλγηρά η πληγή σου 13 ουκ έστι κρίνων κρίσιν σου εις αλγηρόν ιατρεύθης ωφέλεια σοι ουκ έστι 14 πάντες οι φίλοι σου επελάθοντό σε ου μη επερωτήσουσιν ότι πληγήν εχθρού έπαισά σε παιδείαν στερεάν επί πάσαν αδικίαν σου επλήθυναν αι αμαρτίαι σου 15 τι βόας επί συντρίμματί σου ανίατος ο πόνος σου διά του πλήθους της αδικίας σου και διά των αμαρτιών σου των σκληρών εποίησά σοι ταύτα 16 διά τούτο πάντες οι εσθίοντές σε βρωθήσονται και πάντες οι εχθροί σου εις αιχμαλωσίαν ήξουσιν και έσονται οι διαφορούντές σε εις διαφόρημα και πάντας τους προνομεύσαντάς σε δώσω εις προνομήν 17 ότι ανάξω το ίαμά σου από πληγής οδυνηράς ιατρεύσω σε φησί κύριος ότι εσπαρμένη εκλήθης Σιών ότι ζητών ουκ έστιν αυτήν

The Resettlement of Jacob

18 ούτως είπε κύριος ιδού εγώ αποστρεψω την αποικίαν Ιακώβ και την αιχμαλωσίαν αυτού ελεήσω και οικοδομηθήσεται πόλις επί το ύψος αυτής και ο λαός κατά το κρίμα αυτού καθεδείται 19 και εξελεύσονται απ΄ αυτών άδοντες και φωνή παιζόντων και πλεονάσω αυτούς και ου μη ελαττωθώσι 20 και εισελεύσονται οι υιοί αυτού ως το πρότερον και τα μαρτύρια αυτών κατά πρόσωπόν μου ορθωθήσεται και επισκέψομαι επί πάντας τους θλίβοντας αυτούς 21 και έσονται ισχυρότεροι αυτού επ΄ αυτούς και ο άρχων αυτού εξ αυτού εξελεύσεται και συνάξω αυτούς και αποστρέψουσι προς με ότι τις εστίν ούτος ος έδωκε την καρδίαν αυτού αποστρέψαι προς με φησι κύριος 22 και έσεσθέ μοι εις λαόν καγώ έσομαι υμίν εις κύριον 23 ότι οργή κυρίου εξήλθε θυμώδης εξήλθεν οργή στρεφομένη επ΄ ασεβείς ήξει 24 ου μη αποστραφή οργή θυμού κυρίου έως ποιήση και έως καταστήση εγχείρημα καρδίας αυτού επ΄ εσχάτου των ημερών γνώσεσθε αυτά
Copyright information for ABPGRK