Jeremiah 32

CHAPTER 32

Jeremiah Acquires a Field

ο λόγος ο γενόμενος παρά κυρίου προς Ιερεμίαν εν τω ενιαυτώ τω δεκάτω Σεδεκία βασιλεί Ιούδα ούτος ενιαυτός οκτωκαιδέκατος Ναβουχοδονόσορ βασιλεί Βαβυλώνος και δύναμις βασιλέως Βαβυλώνος εχαράκωσεν επί Ιερουσαλήμ και Ιερεμίας εφυλάσσετο εν αυλή της φυλακής η εστιν εν οίκω του βασιλέως Ιούδα εν η κατέκλεισεν αυτόν ο βασιλεύς Σεδεκίας λέγων διατί συ προφητεύεις λέγων ούτως είπε κύριος ιδού εγώ δίδωμι την πόλιν ταύτην εν χειρί βασιλέως Βαβυλώνος και λήψεται αυτήν και Σεδεκίας ου μη σωθή εκ χειρός των Χαλδαίων ότι παραδόσει παραδοθήσεται εις χείρας βασιλέως Βαβυλώνος και λαλήσει στόμα αυτού προς στόμα αυτού και οι οφθαλμοί αυτού τους οφθαλμούς αυτού όψονται και εισελεύσεται Σεδεκίας εις Βαβυλώνα και εκεί καθίείται έως ου σκέψωμαι αυτόν λέγει κύριος εάν δε πολεμήσητε κατά των Χαλδαίων ουκ ευοδωθήσεσθε και είπεν Ιερεμίας και εγένετο λόγος κυρίου προς Ιερεμίαν λέγων ιδού Αναμεήλ υιός Σαλώμ αδελφού πατρός σου έρχεται προς σε λέγων κτήσαι σεαυτώ τον αγρόν μου τον εν Αναθώθ ότι σοι κρίσις παραλαβείν εις κτήσιν και ήλθε προς με Αναμεήλ υιός Σαλώμ αδελφού πατρός μου κατά τον λόγον κυρίου εις την αυλήν της φυλακής και είπέ μοι κτήσαι σεαυτώ τον αγρόν μου τον εν Αναθώθ εν γη Βενιαμίν ότι σοι κρίμα κτήσασθαι και συ πρεσβύτερος και έγνων ότι λόγος κυρίου εστί και εκτησάμην τον αγρόν Αναμεήλ υιόυ αδελφού πατρός μου τον εν Αναθώθ και έστησα αυτώ επτά σίκλους και δέκα αργυρίου

The Scroll of the Possession

10 και έγραψα εις βιβλίον και εσφραγισάμην και διεμαρτυράμην μάρτυρας και έστησα το αργύριον εν ζυγώ 11 και έλαβον το βιβλίον της κτήσεως το ανεγνωσμένον και εσφραγισμένον 12 και έδωκα αυτό τω Βαρούχ υιώ Νηρίου υιώ Μαασαίου κατ΄ οφθαλμούς Αναμεήλ υιόυ αδελφού πατρός μου και κατ΄ οφθαλμούς των εστηκότων μαρτύρων και γραφόντων εν τω βιβλίω της κτήσεως και κατ΄ οφθαλμούς πάντων των Ιουδαίων των καθημένων εν τη αυλή της φυλακής 13 και συνέταξα τω Βαρούχ κατ΄ οφθαλμούς αυτών λέγων 14 ούτως είπε κύριος παντοκράτωρ ο θεός Ισραήλ λάβε το βιβλίον της κτήσεως τούτο και το βιβλίον το εσφραγισμένον και ανεγωνσμένον και θήσεις εις αγγείον οστράκινον ίνα διαμείνη ημέρας πλείονας 15 ότι ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ έτι κτισθήσονται αγροί και οικίαι και αμπελώνες εν τη γη ταύτη

Jeremiah Prays

16 και προσευξάμην προς κύριον μετά το δούναί με το βιβλίον της κτήσεως προς Βαρούχ υιόν Νηρίου λέγων 17 ο ων κύριε θεός συ εποίησας τον ουρανόν και την γην τη ισχύϊ σου τη μεγάλη και τω βραχίονί σου τω υψηλώ και τω μετεώρω ου μη αποκρυβή από σου ουδέν 18 ποιών έλεος εις χιλιάδας και αποδιδούς αμαρτίας πατέρων εις κόλπον τέκνων αυτών μετ΄ αυτούς ο θεός ο μέγας και ισχυρός κύριος των δυνάμεων όνομα αυτώ 19 μεγάλης βουλης και δυνατός τοις έργοις οι οφθαλμοί σου ανεώχθησαν επί πάσας τας οδούς των υιών των ανθρώπων δούναι εκάστω κατά την οδόν αυτού και κατά τον καρπόν των επιτηδευμάτων αυτού 20 ος εποίησας σημεία και τέρατα εν γη Αιγύπτω έως της ημέρας ταύτης και εν Ισραήλ και εν τοις γηγένεσι και εποίησας σεαυτώ όνομα ως η ημέρα αύτη 21 και εξήγαγες τον λαόν σου Ισραήλ εκ γης Αιγύπτου εν σημείοις και εν τέρασιν εν χειρί κραταιά και εν βραχίονι υψηλώ και εν οράμασι μεγάλοις 22 και έδωκας αυτοίς την γην ταύτην ην ώμοσας τοις πατράσιν αυτών γην ρέουσαν γάλα και μέλι 23 και εισήλθον και έλαβον αυτήν και ουκ ήκουσαν της φωνής σου και εν τοις προστάγμασί σου ουκ επορεύθησαν πάντα α ενετείλω αυτοίς ουκ εποίησαν και εποίησαν συμβήναι αυτοίς πάντα τα κακά ταύτα 24 ιδού όχλος ήκει επι την πόλιν συλλαβείν αυτήν και η πόλις εδόθη εις χείρας Χαλδαίων των πολεμούντων αυτήν από προσώπου μαχαίρας και λιμού και λοιμού ως ελάλησας ούτως εγένετο και ιδού συ βλέπεις 25 και συ λέγεις προς με κτήσαι σεαυτώ τον αγρόν αργυρίου και επιμαρτύρισαι μάρτυρας και η πόλις εδόθη εις χείρας Χαλδαίων

Assurance from The LORD

26 και εγένετο λόγος κυρίου προς με λέγων 27 εγώ κύριος ο θεός πάσης σαρκός μη απ΄ εμού κρυβήσεταί τι 28 διά τούτο ούτως είπε κύριος δοθείσα παραδοθήσεται η πόλις αύτη εις χείρας Χαλδαίων και εις χείρας βασιλέως Βαβυλώνος και λήψεται αυτήν 29 και ήξουσιν οι Χαλδαίοι πολεμούντες επί την πόλιν ταύτην και καύσουσι την πόλιν ταύτην εν πυρί και κατακαύσουσι τας οικίας αις εθυμίασαν επί των δωμάτων αυτών τη Βάαλ και έσπενδον σπονδάς θεοίς ετέροις προς το παραπικράναί με 30 ότι ήσαν οι υιοί Ισραήλ και οι υιοί Ιούδα μόνοι ποιούντες το πονηρόν κατ΄ οφθαλμούς μου εκ νεότητος αυτών υιοί Ισραήλ οι παραπικραίνουσί με εν τοις έργοις των χειρών αυτών λέγει κύριος 31 ότι επί οργήν μου και επί θυμόν μου ην η πόλις αύτη αφ΄ ης ημέρας ωκοδόμησαν αυτήν και έως της ημέρας ταύτης απαλλάξαι αυτήν από προσώπου μου 32 διά πάσας τας πονηρίας των υιών Ισραήλ και Ιούδα ων εποίησαν πικράναί με αυτοί και οι βασιλείς αυτών και οι άρχοντες αυτών και οι ιερείς αυτών και οι προφήται αυτών άνδρες Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ 33 και απέστρεψαν προς με νώτον και ου πρόσωπον αυτών και εδίδαξα αυτούς όρθρου και ουκ ήκουσαν λαβείν παιδείαν 34 και έθηκαν τα μιάσματα αυτών εν τω οίκω ου επεκλήθη το όνομά μου επ΄ αυτώ εν ακαθαρσίαις αυτών 35 και ωκοδόμησαν τους βωμούς τη Βάαλ τους εν φάραγγι υιόυ Εννόμ του αναφέρειν τους υιούς αυτών και τας θυγατέρας αυτών τω Μολόχ α ου συνέταξα αυτοίς και ουκ ανέβη επί καρδίαν μου του ποιήσαι το βδέλυγμα τούτο προς το εφαμαρτείν τον Ιούδαν

The LORD Ordains an Everlasting Covenant

36 και νυν ούτως είπε κύριος ο θεός Ισραήλ επί την πόλιν ταύτην ην συ λέγεις παραδοθήσεται εις χείρας βασιλέως Βαβυλώνος εν μαχαίρα και εν λιμώ και εν λοιμώ 37 ιδού εγώ συνάγω αυτούς εκ πάσης της γης ου διέσπειρα αυτούς εκεί εν οργή μου και εν τω θυμώ μου και παροξυσμώ μεγάλω και επιστρέψω αυτούς εις τον τόπον τούτον και καθιώ αυτούς πεποιθότας 38 και έσονταί μοι εις λαόν και εγώ έσομαι αυτοίς εις θεόν 39 και δώσω αυτοίς οδόν ετέραν και καρδίαν ετέραν φοβηθήναί με πάσας τας ημέρας και εις αγαθόν αυτοίς και τοις τέκνοις αυτών μετ΄ αυτούς 40 και διαθήσομαι αυτοίς διαθήκην αιώνιον ην ου μη αποστρέψω όπισθεν αυτών και τον φόβον μου δώσω εις την καρδίαν αυτών προς το μη αποστήναι αυτούς απ΄ εμού 41 και επισκέψομαι αυτούς του αγαθώσαι αυτούς και φυτεύσω αυτούς εν τη γη ταύτη εν πίστει και εν πάση καρδία μου και εν πάση ψυχή μου 42 ότι ούτως είπε κύριος καθά επήγαγον επί τον λαόν τούτον πάντα τα κακά τα μεγάλα ταύτα ούτως εγώ επάξω επ΄ αυτούς πάντα τα αγαθά α εγώ ελάλησα επ΄ αυτούς 43 και κτηθήσονται έτι αγροί εν τη γη η συ λέγεις άβατός εστιν από ανθρώπου και κτήνους και παρεδόθησαν εις χείρας Χαλδαίων 44 και κτήσονται αγρούς εν αργυρίω και γράψεις εις βιβλίον και σφραγιή και διαμαρτύρη μάρτυρας εν γη Βενιαμίν και κύκλω της Ιερουσαλήμ και εν πόλεσιν Ιούδα και εν πόλεσι του όρους και εν πόλεσι της Σεφηλά και εν πόλεσι της Ναγέβ ότι αποστρέψω τας αποικίας αυτών λέγει κύριος
Copyright information for ABPGRK