Jeremiah 34

CHAPTER 34

Warning to Zedekiah

ο λόγος ο γενόμενος προς Ιερεμίαν παρά κυρίου και Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος και παν το στρατόπεδον αυτού και πάσαι αι βασιλείαι της γης αι υπό την δυναστείαν της χειρός αυτού πάντες οι λαοί επολέμουν επί Ιερουσαλήμ και επί πάσας τας πόλεις Ιούδα λέγων ούτως είπε κύριος ο θεός Ισραήλ βάδισον προς Σεδεκίαν βασιλέα Ιούδα και ερείς αυτώ ούτως είπε κύριος παραδόσει παραδοθήσεται η πόλις αύτη εις χείρας βασιλέως Βαβυλώνος και συλλήψεται αυτήν και καύσει αυτήν εν πυρί και συ ου μη σωθής εκ χειρός αυτού και συλλήψει συλληφθήση και εις χείρας αυτού δοθήση και οι οφθαλμοί σου τους οφθαλμούς αυτού όψονται και το στόμα αυτού μετά του στόματός σου λαλήσει και εις Βαβυλώνα εισελεύση αλλ΄ άκουσον τον λόγον κυρίου Σεδεκία βασιλεύ Ιούδα ούτως λέγει κύριος προς συ ουκ αποθανή εν ρομφαία εν ειρήνη αποθανή και ως έκαυσαν τους πατέρας σου τους βασιλεύσαντας πρότερόν σου καύσονται και σε ω κύριε και κόψονταί σε ότι λόγον εγώ ελάλησα είπε κύριος και ελάλησεν Ιερεμίας προς τον βασιλέα Σεδεκίαν πάντας τους λόγους τούτους εν Ιερουσαλήμ και η δύναμις βασιλέως Βαβυλώνος επολέμει επί Ιερουσαλήμ και επί τας πόλεις Ιούδα τας καταλελειμένας και επί Λαχείς και επί Αζηκά ότι αύται κατελείφθησαν εν πόλεσιν Ιούδα πόλεις οχυραί

Freedom for Hebrew Slaves

ο λόγος ο γενόμενος προς Ιερεμίαν παρά κυρίου μετά το συντελέσαι τον βασιλέα Σεδεκίαν διαθήκην προς τον λαόν τον εν Ιερουσαλήμ του καλέσαι δη άφεσιν του εξαποστείλαι έκαστον τον παίδα αυτού και έκαστον την παιδίσκην αυτού τον Εβραίον και την Εβραίαν ελευθέρους προς το μη δουλεύειν άνδρα εξ Ιούδα 10 και επήκουσαν πάντες οι μεγιστάνες και πας ο λαός οι εισελθόντες εις την διαθήκην του αποστείλαι έκαστον τον παίδα αυτού και έκαστον την παιδίσκην αυτού ελευθέρους του μη δουλεύειν έτι εν αυτοίς και ήκουσαν και αφήκαν 11 και επεστράφησαν μετά ταύτα και ανήγαγον τους δούλους και τας παιδίσκας ους απέστειλαν ελευθέρους και υπέταξαν αυτούς εις παίδας και παιδίσκας 12 και εγενήθη λόγος κυρίου προς Ιερεμίαν λέγων 13 ούτως είπε κύριος ο θεός Ισραήλ εγώ διεθέμην διαθήκην προς τους πατέρας υμών εν τη ημέρα η εξειλάμην αυτούς εκ γης Αιγύπτου εκ οίκου δουλείας λέγων 14 όταν πληρωθή εξ έτη αποστελείς τον αδελφόν σου τον Εβραίον ος πραθήσεταί σοι και εργάσεταί σοι εξ έτη και εξαποστελείς αυτόν ελεύθερον και ουκ ήκουσάν μου και ουκ έκλιναν το ους αυτών 15 και επέστρεψαν σήμερον ποιήσαι το ευθές προ οφθαλμών μου του καλέσαι άφεσιν έκαστον του πλησίον αυτού και συνετέλεσαν διαθήκην κατά πρόσωπόν μου εν τω οίκω ου επεκλήθη το όνομά μου επ΄ αυτώ 16 και επεστρέψατε και εβεβηλώσατε την διαθήκην μου του επιστρέψαι έκαστον τον παίδα αυτού και έκαστον την παιδίσκην αυτού ους εξαπεστείλατε ελευθέρους τη ψυχή αυτών και υπετάξατε αυτούς του είναι υμίν εις παίδας και παιδίσκας 17 διά τούτο ούτως είπε κύριος υμείς ουκ ηκούσατέ μου του καλέσαι άφεσιν έκαστος προς τον αδελφόν αυτού και έκαστον προς τον πλησίον αυτού ιδού εγώ καλώ άφεσιν υμίν εις μάχαιραν και εις τον θάνατον και εις τον λιμόν και δώσω υμάς εις διασποράν πάσαις ταις βασιλείαις της γης 18 και δώσω τους άνδρας τους παρεληλυθότας την διαθήκην μου τους μη στήσαντας την διαθήκην μου ην εποίησαν κατά πρόσωπόν μου τον μόσχον ον έκοψαν εις δύο μέρη και διήλθον εν μέσω των μερών αυτού 19 τους άρχοντας Ιούδα και άρχοντας Ιερουσαλήμ και δυνάσται και ιερείς και πας ο λαός της γης 20 και δώσω αυτούς τοις εχθροίς αυτών και εις χείρα ζητούντων την ψυχήν αυτών και έσται τα θνησιμαία αυτών βρώσις τοις πετεινοίς του ουρανού και τοις θηρίοις της γης 21 και τον Σεδεκίαν βασιλέα της Ιουδαίας και τους άρχοντας αυτού δώσω εις χείρας εχθρών αυτών και εις χείρας ζητούντων την ψυχήν αυτών και εις χείρας δύναμεως βασιλέως Βαβυλώνος τοις αποτρέχουσιν απ΄ αυτών 22 ιδού εγώ συντάσσω φησί κύριος και επιστρέψω αυτούς εις την πόλιν ταύτην και πολεμήσουσιν επ΄ αυτήν και λήψονται αυτήν και κατακαύσουσιν αυτήν εν πυρί και τας πόλεις Ιούδα δώσω αυτάς εις άβατον από κατοικούντων
Copyright information for ABPGRK