Jeremiah 35

CHAPTER 35

The Rechabites

ο λόγος ο γενόμενος προς Ιερεμίαν παρά κυρίου εν ημέραις Ιωακείμ υιόυ Ιωσίου βασιλέως Ιούδα λέγων βάδιζον εις οικίαν Ραχαβείν και κάλεσον αυτούς και άξεις αυτούς εις οίκον κυρίου εις μίαν των αυλών και ποτιείς αυτούς οίνον και ήγαγον τον Ιεζονίαν υιόν Ιερεμίου υιόυ Χαβασείν και τους αδελφούς αυτού και τους υιούς αυτού και πάσαν την οικίαν Ραχαβείν και εισήγαγον αυτούς εις οίκον κυρίου εις το παστοφόριον υιών Ανανίου υιόυ Γοδολίου ανθρώπου του θεού ο εστιν εγγύς του οίκου των αρχόντων επάνω του οίκου Μαασίου υιόυ Σελώμ του φυλάσσοντος την οδόν και έστησα κατά πρόσωπον αυτών κεράμιον οίνου και ποτήρια και είπα πίετε οίνον και είπαν ου μη πίωμεν οίνον ότι Ιωναδάβ υιός Ρηχάβ ο πατήρ ημών ενετείλατο ημίν λέγων ου μη πίητε οίνον υμείς και οι υιοί υμών έως του αιώνος και οικίας ου μη οικοδομήσητε και σπέρμα ου μη σπείρητε και αμπελών ουκ έσται υμίν ότι εν σκηναίς κατοικήσετε πάσας τας ημέρας υμών όπως αν ζήτε ημέρας πολλάς επί της γης εφ΄ ης διατρίβετε υμείς επ΄ αυτής και εισηκούσαμεν της φωνής Ιωναδάβ υιόυ Ραχάβ του πατρός ημών εν πάσιν οις ενετείλατο ημίν προς το μη πιείν οίνον πάσας τας ημέρας της ζωής ημών ημείς και αι γυναίκες ημών και οι υιοί ημών και αι θυγατέρες ημών προς το μη οικοδομείν οικίας του κατοικείν εκεί και αμπελών και αγρός και σπέρμα ουκ εγένετο ημίν 10 και ωκήσαμεν εν σκηναίς και ηκούσαμεν και εποιήσαμεν κατά πάντα όσα ενετείλατο ημίν Ιωναδάβ ο πατήρ ημών 11 και εγενήθη ότε ανέβη Ναβουχοδονόσορ βασιλεύς της Βαβυλώνος επί την γην και είπαμεν αναβάντες εισελευσόμεθα εις Ιερουσαλήμ από προσώπου των Χαλδαίων και από προσώπου της δυνάμεως των Ασσυρίων και ωκήσαμεν εκεί 12 και εγένετο λόγος κυρίου προς με λέγων 13 ούτως λέγει κύριος των δυνάμεων ο θεός Ισραήλ πορεύου και είπον ανθρώπω Ιούδα και τοις κατοικούσιν Ιερουσαλήμ ου μη λάβητε παιδείαν ακούειν τους λόγους μου λέγει κύριος 14 έστησαν ρήμα υιοί Ιωναδάβ υιόυ Ρηχάβ ο ενετείλατο τοις τέκνοις αυτού προς το μη πιείν οίνον και ουκ έπιον έως της ημέρας ταύτης ότι ήκουσαν την εντολήν του πατρός αυτών και εγώ ελάλησα προς υμάς όρθρου και ελάλησα και ουκ ηκούσατε 15 και απέστειλα προς υμάς τους παίδάς μου τους προφήτας ορθρίζων τοπρωϊ και αποστέλλων λέγων αποστράφητε έκαστος από της οδού αυτού της πονηράς και βελτίω ποιήσατε τα επιτηδεύματα υμών και ου πορεύσεσθε οπίσω θεών ετέρων του δουλεύειν αυτοίς και οικήσετε επί της γης ης έδωκα υμίν και τοις πατράσιν υμών και ουκ εκλίνατε το ώτα υμών και ουκ εισηκούσατε 16 και έστησαν υιοί Ιωναδάβ υιόυ Ρηχάβ την εντολήν του πατρός αυτών ην ενετείλατο αυτοίς ο δε λαός ούτος ουκ ήκουσέ μου 17 διά τούτο ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ ιδού εγώ φέρω επί Ιούδαν και επί τους κατοικούντας Ιερουσαλήμ πάντα τα κακά α ελάλησα επ΄ αυτούς διότι ελάλησα αυτοίς και ουκ ήκουσαν και εκάλεσα αυτούς και ουκ απεκρίθησαν 18 και τω οίκω των Ραχαβίμ είπεν Ιερεμίας ούτως είπεν κύριος επειδή ήκουσαν υιοί Ιωναδάβ υιόυ Ρηχάβ την εντολήν του πατρός αυτών ποιείν καθότι ενετείλατο αυτοίς ο πατήρ αυτών διά τούτο ούτως λέγει κύριος των δυνάμεων ο θεός Ισραήλ 19 ου μη εκλείπη ανήρ των υιών Ιωναδάβ υιόυ Ρηχάβ παρεστηκώς κατά πρόσωπόν μου πάσας τας ημέρας
Copyright information for ABPGRK