Jeremiah 36

CHAPTER 36

The Scroll against Jerusalem

και εν τω ενιαυτώ τω τετάρτω Ιωακείμ υιόυ Ιωσίου βασιλέως Ιούδα εγενήθη λόγος κυρίου προς με λέγων λάβε σεαυτώ χάρτην βιβλίου και γράψον επ΄ αυτού πάντας τους λόγους ους ελάλησα προς σε επί Ισραήλ και επί Ιούδα και επί πάντα τα έθνη αφ΄ ης ημέρας ελάλησα προς σε αφ΄ ημερών Ιωσίου βασιλέως Ιούδα και έως της ημέρας ταύτης ίσως ακούσεται ο οίκος Ιούδα πάντα τα κακά α εγώ λογίζομαι ποιήσαι αυτοίς ίνα αποστρέψωσιν από οδού αυτών της πονηράς και ίλεως έσομαι ταις αδικίαις αυτών και ταις αμαρτίαις αυτών και εκάλεσεν Ιερεμίας τον Βαρούχ υιόν Νηρίου και έγραψεν Βαρούχ από στόματος Ιερεμίου πάντας τους λόγους κυρίου ους εχρημάτισε προς αυτόν εις χαρτίον βιβλίου και ενετείλατο Ιερεμίας τω Βαρούχ λέγων εγώ φυλάσσομαι και ου δύναμαι εισελθείν εις οίκον κυρίου και συ εισελεύση και αναγνώση εν τω χαρτίω τούτω εις τα ώτα του λαού εν οίκω κυρίου εν ημέρα νηστείας και εις τα ώτα παντός Ιούδα των ερχομένων εκ πόλεων αυτών αναγνώση αυτοίς ίσως πεσείται έλεος αυτών κατά πρόσωπον κυρίου και αποστρέψουσιν απο της οδού αυτών της πονηράς ότι μέγας ο θυμός και η οργή κυρίου ην ελάλησεν επί τον λαόν τούτον και εποίησε Βαρούχ υιός Νερίου κατά πάντα α ενετείλατο αυτώ Ιερεμίας του αναγνώναι εν τω βιβλίω τους λόγους κυρίου εν οίκω κυρίου

The Reading of the Scroll

και εγενήθη εν τω έτει πέμπτω Ιωακείμ υιόυ Ιεσίου βασιλέως Ιούδα εν τω μηνί τω εννάτω εξεκκλησίασαν νηστείαν κατά πρόσωπον κυρίου πας ο λαός Ιερουσαλήμ και οίκος Ιούδα 10 και ανεγίνωσκε Βαρούχ εν τω βιβλίω τους λόγους Ιερεμίου εν οίκω κυρίου εν οίκω Γαμαρίου υιόυ Σαφάν του γραμματέως εν τη αυλή τη επάνω εν προθύροις πύλης του οίκου κυρίου της καινής εν ωσί παντός του λαού 11 και ήκουσε Μιχαίας υιός Γαμαρίου υιόυ Σαφάν πάντας τους λόγους κυρίου εκ του βιβλίου 12 και κατέβη εις οίκον του βασιλέως εις τον οίκον του γραμματέως και ιδού εκεί πάντες οι άρχοντες εκάθηντο Ελισαμά ο γραμματεύς και Δαλαίας υιός Σελμϊου και Νάθαν υιός Χοβώρ και Γαμαρίας υιός Σαφάν και Σεδεκίας υιός Ανανίου και πάντες οι άρχοντες 13 και ανήγγειλεν αυτοίς Μιχαίας πάντας τους λόγους ους ήκουσεν αναγινώσκοντος του Βαρούχ εν βιβλίω εις τα ώτα του λαού 14 και απέστειλαν πάντες οι άρχοντες προς Βαρούχ υιόν Νηρίου τον Ιουδείν υιόν Ναθανίου υιόυ Σελεμίου υιόυ Χουσί λέγοντες το βιβλίον εν ω συ αναγινώσκεις εν αυτώ εις τα ώτα του λαού λάβε αυτό εις την χείρά σου και ήκε και έλαβε Βαρούχ υιός Νηρίου το βιβλίον εν τη χειρί αυτού και κατέβη προς αυτούς 15 και είπαν αυτώ πάλιν ανάγνωθι εις τα ώτα ημών και ανέγνω Βαρούχ εις τα ώτα αυτών 16 και εγενήθη ως ήκουσαν πάντας τους λόγους συνεβουλεύσαντο έκαστος προς τον πλησίον αυτού και είπαν προς τον Βαρούχ αναγγέλλοντες αναγγείλωμεν τω βασιλεί πάντας τους λόγους τούτους 17 και τον Βαρουχ ηρώτησαν λέγοντες πόθεν έγραψας πάντας τους λόγους τούτους 18 και είπε Βαρουχ από στόματος Ιερεμίου ανήγγειλέ μοι πάντας τους λόγους τούτους και έγραφον επί βιβλίου 19 και είπαν οι άρχοντες τω Βαρούχ βάδισον και κατακρύβηθι συ και Ιερεμίας άνθρωπος μη γνώτω που υμείς

The Burning of the Scroll

20 και εισήλθον προς τον βασιλέα εις την αυλήν και το βιβλίον έδωκαν φυλάσσειν εν οίκω Ελισαμά του γραμματέως και ανήγγειλαν τω βασιλεί πάντας τους λόγους τουτους 21 και απέστειλεν ο βασιλεύς τον Ιουδί λαβείν το βιβλίον και έλαβεν αυτό εξ οίκου Ελισαμά του γραμματέως και ανέγνω Ιουδί εις τα ώτα του βασιλέως και εις τα ώτα πάντων των αρχόντων των εστηκότων περί τον βασιλέα 22 και ο βασιλεύς εκάθητο εν οίκω χειμερινώ εν μηνί εννάτω και εσχάρα πυρός κατά πρόσωπον αυτού 23 και εγενήθη αναγινώσκοντος Ιουδί τρεις σελίδας και τέσσαρας απέτεμεν αυτάς τω ξυρώ του γραμματέως και έρριπτεν εις το πυρ το επί της εσχάρας έως εξέλιπε πας ο χάρτης εις το πυρ το επί της εσχάρας 24 και ουκ εξέστησαν και ου διέρρηξαν το ιμάτια αυτών ο βασιλεύς και πάντες οι παίδες αυτού οι ακούοντες πάντας τους λόγους τούτους 25 και Ελναθάν και Δαλαϊας και Γαμαρίας υπέθεντο τω βασιλεί προς το μη κατακαύσαι το χαρτίον 26 και ουκ ήκουσεν αυτών και ενετείλατο ο βασιλεύς τω Ιερεμεήλ υιώ του βασιλέως και τω Σαραία υιώ Εσριήλ και Σελελία υιώ Αβδεήλ συλλαβείν τον Βαρούχ τον γραμματέα και τον Ιερεμίαν τον προφήτην και κατεκρύβησαν

Jeremiah Rewrites the Scroll

27 και εγένετο λόγος κυρίου προς Ιερεμίαν μετά το κατακαύσαι τον βασιλέα το χαρτίον πάντας τους λόγους ους έγραψε Βαρούχ από στόματος Ιερεμίου λέγων 28 πάλιν λάβε συ χαρτίον έτερον και γράψον άπαντας τους λόγους τους όντας επί του χαρτίου ους κατέκαυσεν ο βασιλεύς Ιωακείμ 29 και προς Ιωακείμ τον βασιλέα Ιούδα ερείς ούτως είπε κύριος συ κατέκαυσας το βιβλίον τούτο λέγων διατί έγραψας επ΄ αυτώ λέγων εισπορευόμενος εισελεύσεται βασιλεύς Βαβυλώνος και εξολοθρεύσει την γην ταύτην και εκτρίψει απ΄ αυτής άνθρωπον και κτήνη 30 διά τούτο ούτως είπε κύριος επί Ιωακείμ βασιλέα Ιούδα ουκ έσται αυτώ καθήμενος επί θρόνου Δαυίδ και το θνησιμαίον αυτού έσται ερριμμένον εν τω καύματι της ημέρας και εν τω παγετώ της νυκτός 31 και επισκέψομαι επ΄ αυτόν και επί το γένος αυτού και επί τους παίδας αυτού τας ανομίας αυτών και επάξω επ΄ αυτούς και επί τους κατοικούντας Ιερουσαλήμ και επί γην Ιούδα πάντα τα κακά α ελάλησα προς αυτούς και ουκ ήκουσαν 32 και έλαβε Ιερεμίας χαρτίον έτερον και έδωκεν αυτό τω Βαρούχ υιώ Νερίου του γραμματέως και έγραψεν επ΄ αυτού από στόματος Ιερεμίου άπαντας τους λόγους του βιβλίου ου κατέκαυσεν Ιωακείμ βασιλεύς Ιούδα πυρί και έτι προσετέθησαν αυτώ λόγοι πλείονες ως ούτοι
Copyright information for ABPGRK