Jeremiah 37

CHAPTER 37

Zedekiah's Vain Hope

και εβασίλευσε Σεδεκίας υιός Ιωσίου αντί Ιεχονίου υιόυ Ιωακείμ ον εβασίλευσε Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος βασιλεύειν εν γη Ιούδα και ουκ ήκουσεν αυτός και οι παίδες αυτού και ο λαός της γης τους λόγους κυρίου ους ελάλησεν εν χειρί Ιερεμίου και απέστειλεν ο βασιλεύς Σεδεκίας τον Ιωαχάλ υιόν Σελεμίου και τον Σοφονίαν υιόν Μαασαίου τον ιερέα προς Ιερεμίαν λέγων πρόσευξαι περί ημών προς κύριον τον θεόν ημών και Ιερεμίας ήλθε και διήλθε διά μέσου της πόλεως και ου έδωκαν αυτόν εις φυλακήν και δύναμις Φαραώ εξήλθεν εξ Αιγύπτου και ήκουσαν οι Χαλδαίοι την ακοήν αυτών και ανέβησαν επί Ιερουσαλήμ και εγένετο λόγος κυρίου προς Ιερεμίαν λέγων ούτως είπε κύριος ο θεός Ισραήλ ούτως ερείς προς τον βασιλέα Ιούδα τον αποστείλαντα προς σε του εκζητήσαί με ιδού δύναμις Φαραώ η εξελθούσα υμίν εις βοήθειαν αποστρέψουσιν εις γην Αιγύπτου και αναστρέψουσιν αυτοί οι Χαλδαίοι και πολεμήσουσιν επί την πόλιν ταύτην και συλλήψονται αυτήν και καύσουσιν αυτήν εν πυρί ότι ούτως είπε κύριος μη υπολάβητε ταις ψυχαίς υμών λέγοντες αποτρέχοντες απελεύσονται αφ΄ ημών οι Χαλδαίοι ότι ου μη απέλθωσι 10 και εάν πατάξητε πάσαν την δύναμιν των Χαλδαίων τους πολεμούντας υμάς και καταλειφθώσί τινες εκκεκεντημένοι έκαστος εν τω τόπω αυτού ούτοι αναστήσονται και καύσουσι την πόλιν ταύτην εν πυρί

Jeremiah is Imprisoned

11 και εγένετο ότε ανέβη η δύναμις των Χαλδαίων από Ιερουσαλήμ από προσώπου της δυνάμεως Φαραώ 12 εξήλθεν Ιερεμίας από Ιερουσαλήμ πορευθήναι εις γην Βενιαμίν του αγοράσαι εκείθεν εν μέσω του λαού 13 και εγένετο αυτός εν πύλη Βενιαμίν και εκεί άνθρωπος παρ΄ ω κατέλυσεν Ιαρουϊας υιός Σελεμίου υιόυ Ανανίου και συνέλαβε τον Ιερεμίαν λέγων προς τους Χαλδαίους συ φεύγεις 14 και είπε ψεύδος ουχί προς τους Χαλδαίους εγώ φεύγω και ουκ εισήκουσεν αυτού και συνέλαβε Ιαρουϊας τον Ιερεμίαν και εισήγαγεν αυτόν προς τους άρχοντας 15 και επικράνθησαν οι άρχοντες επί Ιερεμίαν και επάταξαν αυτόν και απέστειλαν αυτόν εις την οικίαν φυλακής Ιωναθάν του γραμματέως ότι ταύτην εποίησαν εις οικίαν φυλακής 16 και ήλθεν Ιερεμίας εις τον οικίαν του λάκκου και εις τον συγκλεισμόν και εκάθισεν εκεί ημέρας πολλάς 17 και απέστειλε Σεδεκίας και εκάλεσεν αυτόν και ηρώτα αυτόν ο βασιλεύς κρυφαίως και είπεν αύτω ει έστιν ο λόγος παρά κυρίου και είπεν έστιν εις χείρας βασιλέως Βαβυλώνος παραδοθήση 18 και είπεν Ιερεμίας τω βασιλεί τι ηδίκησά σε και τους παίδάς σου και τον λαόν τούτον ότι συ δίδως με εις οικίαν φυλακής 19 και που εισίν οι προφήται υμών οι προφητεύσαντες υμίν λέγοντες ότι ου μη έλθη βασιλεύς Βαβυλώνος επί την γην ταύτην 20 και νυν άκουσον δη κύριε βασιλεύ πεσέτω το έλεός μου κατά πρόσωπόν σου και ου μη αποστρέφης με εις οικίαν Ιωνάθαν του γραμματέως και ου μη αποθάνω εκεί 21 και συνέταξεν ο βασιλεύς και ενεβάλοσαν αυτόν εις οικίαν της φυλακής και εδίδοσαν αυτώ άρτον ένα της ημέρας έξωθεν ου πέσσουσιν έως εξέλιπον οι άρτοι εκ της πόλεως και εκάθισεν Ιερεμίας εν τη αυλή της φυλακής
Copyright information for ABPGRK