Jeremiah 38

CHAPTER 38

Jeremiah is Lowered into the Pit

και ήκουσε Σαφάν υιός Μαθάν και Γοδολίας υιός Πασχώρ και Ιωαχάλ υιός Σεμελίου και Πασχώρ υιός Μελχίου τους λόγους ους Ιερεμίας ελάλει επί τον λαόν λέγων ούτως είπε κύριος ο κατοικών εν τη πόλει ταύτη αποθανείται εν ρομφαία και εν λιμώ και εν λοιμώ και ο εκπορευόμενος προς τους Χαλδαίους ζήσεται και έσται η ψυχή αυτού εις εύρεμα και ζήσεται ότι ούτως είπε κύριος παραδιδομένη παραδοθήσεται η πόλις αύτη εις χείρας δυνάμεως βασιλέως Βαβυλώνος και συλλήψεται αυτήν και είπαν οι άρχοντες τω βασιλεί αναιρεθήτω δη ο άνθρωπος εκείνος ότι αυτός εκλύει τας χείρας των ανθρώπων των πολεμούντων των καταλειπομένων εν τη πόλει ταύτη και τας χείρας παντός του λαού λαλών προς αυτούς κατά τους λόγους τούτους ότι ο άνθρωπος ούτος ου χρησμολογεί ειρήνην τω λαώ τούτω αλλ΄ η πονηρά και είπεν ο βασιλεύς Σεδεκίας ιδού αυτός εν χερσίν υμών ότι ουκ ηδύνατο ο βασιλεύς προς αυτούς και έλαβον τον Ιερεμίαν και έρριψαν αυτόν εις τον λάκκον Μελχίου υιόυ του βασιλέως ος ην εν τη αυλή της φυλακής και εχάλασαν αυτόν εν σχοινίοις εις τον λάκκον και εν τω λάκκω ουκ ην ύδωρ αλλ΄ η βόρβορος και ην εν τω βορβόρω και ήκουσεν Αβδεμέλεχ ο Αιθίοψ ανήρ ευνούχος και ην αυτός εν τη αυλή του βασιλέως ότι ενέβαλον τον Ιερεμίαν εις τον λάκκον και ο βασιλεύς εκάθητο εν τη πύλη Βενιαμίν και εξήλθε Αβδεμέλεχ εκ της οικίας βασιλέως και ελάλησε προς τον βασιλέα και είπεν κύριέ μου βασιλεύ επονήρευσαν οι άνδρες εκείνοι πάντα α εποίησαν κατά του Ιερεμίου του προφήτου ρίψαντες αυτόν εις τον λάκκον ίνα αποθάνη εν αυτώ από προσώπου του λιμού ότι ουκ εισίν έτι άρτοι εν τη πόλει

Jeremiah is Rescued from the Pit

10 και ενετείλατο ο βασιλεύς τω Αβδεμέλεχ λέγων λάβε μετά σεαυτού εντεύθεν τριάκοντα άνδρας και ανάγαγε αυτόν εκ του λάκκου ίνα μη αποθάνη 11 και έλαβεν Αβδεμέλεχ τους ανθρώπους και εισήλθεν εις την οικίαν του βασιλέως την υπόγαιον και έλαβεν εκείθεν παλαιά ράκη και παλαιά σχοινία και έρριψεν αυτά προς Ιερεμίαν εις τον λάκκον 12 και είπε προς αυτόν θες ταύτα υποκάτω των σχοινίων και εποίησεν Ιερεμίας ούτως 13 και είλκυσαν αυτόν εν τοις σχοινίοις και ανήγαγον αυτόν εκ του λάκκου και εκάθισεν Ιερεμίας εν τη αυλή της φυλακής

The King Questions Jeremiah

14 και απέστειλεν ο βασιλεύς και εκάλεσεν αυτόν προς εαυτόν εις οικίαν Ασαλισιήλ την εν οίκω κυρίου και είπεν αυτώ ο βασιλεύς ερωτήσω σε λόγον και μη κρύψης απ΄ εμού ρήμα 15 και είπεν Ιερεμίας τω βασιλεί εάν αναγγείλω σοι ουχί θανάτω με θανατώσεις και εάν συμβουλεύσω σοι ου μη ακούσης μου 16 και ώμοσεν ο βασιλεύς αυτώ κρυφή λέγων ζη κύριος ος εποίησεν ημίν την ψυχήν ταύτην ει αποκτενώ σε και ει δώσω σε εις χείρας των ανθρώπων τούτων των ζητούντων την ψυχήν σου 17 και είπεν αυτώ Ιερεμίας ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ εάν εξελθών εξέλθης προς ηγεμόνας βασιλέως Βαβυλώνος ζήσεται η ψυχή σου και η πόλις αύτη ου μη κατακαυθή εν πυρί και ζήση συ και η οικία σου 18 και εάν μη εξέλθης δοθήσεται η πόλις αύτη εις χείρας των Χαλδαίων και καύσουσιν αυτήν εν πυρί και συ ου μη σωθής από χειρών αυτών 19 και είπεν ο βασιλεύς τω Ιερεμία εγώ λόγον έχω των Ιουδαίων των πεφευγότων προς τους Χαλδαίους μη δώσειν με εις χείρας αυτών και καταμωκήσονταί μου 20 και είπεν Ιερεμίας ου μη παραδώσί σε άκουσον τον λόγον κυρίου ον εγώ λέγω προς σε και βέλτιον έσται σοι και ζήσεται η ψυχή σου 21 και ει μη θέλης συ εξελθείν ούτος ο λόγος ον έδειξέ μοι κύριος 22 ιδού πάσαι αι γυναίκες αι καταλειφθείσαι εν οικία βασιλέως Ιούδα εξήγοντο προς άρχοντας βασιλέως Βαβυλώνος και αύται έλεγον ηπάτησάν σε και ηδυνάσθησάν σοι άνδρες ειρηνικοί σου και καταλύσουσιν εν ολισθήμασι πόδας σου απέστρεψαν από σου 23 και τας γυναίκάς σου και τα τέκνα σου εξάξουσι προς τους Χαλδαίους και συ ου μη σωθής ότι εν χειρί βασιλέως Βαβυλώνος συλληφθήση και η πόλις αύτη κατακαυθήσεται 24 και είπεν αυτώ ο Σεδεκίας προς τον Ιερεμίαν άνθρωπος μη γνώτω εκ των λόγων τούτων και συ ου μη αποθάνης 25 και εάν οι άρχοντες ακούσωσιν ότι ελάλησά σοι και έλθωσι προς σε και είπωσί σοι ανάγγειλον ημίν τι ελάλησας προς τον βασιλέα μη κρύψης αφ΄ ημών και ου μη ανέλωμέν σε και τι ελάλησε προς σε ο βασιλεύς 26 και ερείς αυτοίς ρίπτω εγώ το έλεος μου κατ΄ οφθαλμούς του βασιλέως προς το μη αποστρέψαι με εις οικίαν Ιωνάθαν αποθανείν με εκεί 27 και ήλθον πάντες οι άρχοντες προς Ιερεμίαν και ηρώτησαν αυτόν και ανήγγειλεν αυτοίς κατά πάντας τους λόγους τούτους ους ενετείλατο αυτώ ο βασιλεύς και απεσιώπησαν ότι ουκ ηκούσθη ο λόγος 28 και εκάθισεν Ιερεμίας εν τη αυλή της φυλακής έως χρόνου ου συνελήφθη Ιερουσαλήμ
Copyright information for ABPGRK