Jeremiah 39

CHAPTER 39

The Fall of Jerusalem

1και εγένετο εν τω έτει τω εννάτω του Σεδεκίου βασιλέως Ιούδα εν τω μηνί τω δεκάτω παρεγένετο Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος και πάσα η δύναμις αυτού επί Ιερουσαλήμ και επολιόρκουν αυτήν 2και εν τω ενδεκάτω έτει του Σεδεκίου εν τω μηνί τω τετάρτω εννάτη του μηνός ερράγη η πόλις 3και εισήλθον πάντες οι ηγεμόνες βασιλέως Βαβυλώνος και εκάθισαν εν πύλη τη μέση Νήργελ Σαρασάρ Σαμαγάρ και Ναβουσαρσαχίμ και Ναβουσάρκης και Νηργέλ Σαρασάρ Ραβαμάγ και οι κατάλοιποι ηγεμόνες βασιλέως Βαβυλώνος 4και εγένετο ως είδεν αυτούς Σεδεκίας βασιλεύς Ιούδα και πάντες οι άνδρες πολεμισταί και έφυγον και εξήλθον νυκτός εκ της πόλεως κατά την οδόν κήπου του βασιλέως διά την πύλην αναμέσον του τείχους και του προτειχίσματος και εξήλθον διά την οδόν Αραβά 5και κατεδίωξεν η δύναμις των Χαλδαίων οπίσω αυτών και συνέλαβον τον Σεδεκίαν εν τω πέραν Ιεριχώ και ήγαγον αυτόν προς Ναβουχοδονόσορ βασιλέα Βαβυλώνος εις Ρεβλάθα την εν τη γη Αιμάθ και ελάλησεν αυτώ μετά κρίσεως 6και έσφαξεν ο βασιλεύς Βαβυλώνος τους υιούς Σεδεκίου εν Ρεβλάθα κατ΄ οφθαλμούς αυτού και πάντας τους άρχοντας Ιούδα έσφαξεν 7και τους οφθαλμούς Σεδεκίου εξετύφλωσεν και έδησεν αυτόν εν πέδαις και ήγαγεν αυτόν εις Βαβυλώνα 8και τον οίκον του βασιλέως και τας οικίας του λαού ενέπρησαν οι Χαλδαίοι εν πυρί και το τείχος Ιερουσαλήμ καθείλαν 9και το περισσόν του λαού και τους καταλειφθέντας εν τη πόλει και τους εμπεπτωκότας οι ενέπεσαν προς τον βασιλέα Βαβυλώνος 10και το λοιπόν του λαού και τους καταλειφθέντας μετήρεν Ναβουζαρδάν ο αρχιμάγειρος εις Βαβυλώνα και εκ των πτωχών του λαού οις ουκ ην ουθέν κατέλειπεν Ναβουζαρδάν ο αρχιμάγειρος εν γη Ιούδα και έδωκεν αυτοίς αμπελώνας και αγρούς εν τη ημέρα εκείνη 11και ενετείλατο Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος υπέρ του Ιερεμίου εν χειρί Ναβουζαρδάν του αρχιμαγείρου λέγων 12λάβε αυτόν και θες τους οφθαλμούς σου επ΄ αυτόν και μη ποιήσης αυτώ ουθέν κακόν αλλά καθώς λαλήση προς σε ούτω ποιήσεις αυτώ 13και απέστειλε Ναβουζαρδάν ο αρχιμάγειρος και Ναβουσεζβάν και Ραψαρής και Νηργέλ και Σαρασάρ και Ραβμάγ και πάντες οι ηγεμόνες βασιλέως Βαβυλώνος 14και απέστειλαν και έλαβον τον Ιερεμίαν εξ αυλής της φυλακής και έδωκαν αυτόν προς τον Γοδολίαν υιόν Αχικάμ υιόυ Σαφάν και εξήγαγον αυτόν και εκάθισεν εν μέσω του λαού 15και προς Ιερεμίαν εγένετο λόγος κυρίου εν τη αυλή της φυλακής λέγων 16πορεύου και είπε προς Αβδεμέλεχ τον Αιθίοπα λέγων ούτως είπε κύριος ο θεός Ισραήλ ιδού εγώ φέρω τους λόγους μου επί την πόλιν ταύτην εις κακά και ουκ εις αγαθά και έσονται ενώπιόν σου εν τη ημέρα εκείνη 17και σώσω σε εν τη ημέρα εκείνη λέγει κυρίου και ου δώσω σε εις χείρας των ανθρώπων ων συ φοβή από προσώπου αυτών 18ότι σώζων σώσω σε και εν ρομφαία ου μη πέσης και έσται η ψυχή σου εις ευρημά ότι επεποίθεις επ΄ εμοί φησί κύριος
Copyright information for ABPGRK