Jeremiah 4

CHAPTER 4

The LORD Calls Israel to Return

εάν επιστραφή Ισραήλ λέγει κύριος προς με επιστραφήσεται και εάν περιέλη τα βδελύγματα αυτού από του στόματος αυτού και από του προσώπου μου ευλαβηθή και ομόση ζη κύριος μετά αληθείας εν κρίσει και εν δικαιοσύνη και ευλογήσουσιν εν αυτώ έθνη και εν αυτώ αινέσουσι τω θεώ εν Ιερουσαλήμ ότι τάδε λέγει κύριος τοις ανδράσιν Ιούδα και τοις κατοικούσιν Ιερουσαλήμ νεώσατε εαυτοίς νεώματα και μη σπείρητε επ΄ ακάνθαις περιτμήθητε τω θεώ υμών και περιτέμεσθε την σκληροκαρδίαν υμών άνδρες Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ μη εξέλθη ως πυρ ο θυμός μου και εκκαυθήσεται και ουκ έσται ο σβέσων από προσώπου πονηρίας επιτηδευμάτων υμών

The Coming Destruction of Jerusalem

αναγγείλατε εν τω Ιούδα και ακουσθήτω εν Ιερουσαλήμ είπατε σημάνατε σάλπιγγι επί της γης κεκράξατε μέγα είπατε συνάχθητε και εισέλθωμεν εις τας πόλεις τας τειχήρεις αναλαβόντες φεύγετε εις Σιών σπεύσατε μη στήτε ότι κακά εγώ επάγω από βορρά και συντριβήν μεγάλην ανέβη λέων εκ της μάνδρας αυτού εξολοθρεύων έθνη εξήρε και εξήλθεν εκ του τόπου αυτού του θείναι την γην εις ερήμωσιν και αι πόλεις σου καθαιρεθήσονται παρά το μη κατοικείσθαι αυτάς επί τούτοις περιζώσασθε σάκκους και κόπτεσθε και αλαλαξατε διότι ουκ απεστράφη ο θυμός οργής κυρίου αφ΄ υμών και έσται εν εκείνη τη ημέρα λέγει κύριος απολείται η καρδία του βασιλέως και η καρδία των αρχόντων και οι ιερείς εκστήσονται και οι προφήται θαυμάσονται 10 και είπα ω δέσποτα κύριε άρα γε απατών ηπάτησας τον λαόν τούτον και την Ιερουσαλήμ λέγων ειρήνη έσται υμίν και άψεται η μάχαιρα έως της ψυχής αυτών 11 εν τω καιρώ εκείνω ερούσι τω λαώ τούτω και τη Ιερουσαλήμ πνεύμα πλανήσεως εν τη ερήμω οδός της θυγατρός του λαού μου ουκ εις καθαρόν ουδ΄ εις άγιον 12 πνεύμα πληρώσεως ήξει μοι νυν δε εγώ λαλήσω κρίματά μου προς αυτούς 13 ιδού ως νεφέλη αναβήσεται και ως καταιγίς τα άρματα αυτού κουφότεροι αετών οι ίπποι αυτού ουαί ημίν ότι ταλαιπωρούμεν 14 απόπλυνε από κακίας την καρδίαν σου Ιερουσαλήμ ίνα σωθής έως πότε υπάρχουσιν εν σοι διαλογισμοί πόνων σου 15 διότι φωνή αναγγέλλοντος εκ Δαν ήξει και ακουσθήσεται πόνος εξ όρους Εφραϊμ 16 αναμνήσατε έθνη ιδού αναγγείλατε εν Ιερουσαλήμ συστροφαί έρχονται εκ γης μακρόθεν και έδωκαν επί τας πόλεις Ιούδα φωνάς αυτών 17 ως φυλάσσοντες αγρόν εγένοντο επ΄ αυτήν κύκλω ότι εμού ημέλησας λέγει κύριος 18 αι οδοί σου και τα επιτηδεύματά σου εποίησαν ταύτά σοι αύτη η κακία σου ότι πικρά ότι ήψατο έως της καρδίας σου 19 την κοιλίαν μου την κοιλίαν μου αλγώ και τα αισθητήρια της καρδίας μου μαιμάσσει η ψυχή μου σπαράσσεται η καρδία μου ου σιωπήσομαι ότι φωνήν σάλπιγγος ήκουσεν η ψυχή μου κραυγήν πολέμου 20 και ταλαιπωρίας συντριμμόν επικαλείται ότι τεταλαιπώρηκε πάσα η γη άφνω τεταλαιπώρηκεν η σκηνή διεσπάσθησαν αι δέρρεις μου 21 έως πότε όψομαι φεύγοντας ακούων φωνήν σαλπίγγων 22 διότι οι ηγούμενοι του λαού μου εμέ ουκ ήδεισαν υιοί άφρονές εισι και ου συνετοί σοφοί εισι του κακοποιήσαι το δε καλώς ποιήσαι ουκ επέγνωσαν 23 επέβλεψα επί την γην και ιδού ουθέν και εις τον ουρανόν και ουκ ην τα φώτα αυτού 24 είδον τα όρη και ην τρέμοντα και πάντας τους βουνούς ταρασσομένους 25 επέβλεψα και ιδού ουκ υπήρχεν άνθρωπος και πάντα τα πετεινά του ουρανού επτόηντο 26 είδον και ιδού ο Κάρμηλος έρημος και πάσαι αι πόλεις εμπεπυρισμέναι πυρί από προσώπου κυρίου και από προσώπου οργής θυμού αυτού ηφανίσθησαν 27 τάδε λέγει κύριος έρημος έσται πάσα η γη συντέλειαν δε ου μη ποιήσω 28 επί τούτοις πενθείτω η γη και συσκοτασάτω ο ουρανός άνωθεν διότι ελάλησα και ου μετανοήσω ώρμησα και ουκ αποστρέψω απ΄ αυτής 29 από φωνής ιππέως και εντεταμένου τόξου ανεχώρησε πάσα η χώρα εισέδυσαν εις τα σπήλαια και εις τα άλση εκρύβησαν και επί τας πέτρας ανέβησαν πάσα πόλις εγκατελείφθησαν ου κατοικεί εν αυταίς άνθρωπος 30 και συ τι ποιήσεις εάν περιβάλη κόκκινον και κοσμήση κόσμω χρυσώ και εάν εγχρίση στίβι τους οφθαλμούς σου εις μάταιον ωραϊσμός σου απώσαντό σε οι ερασταί σου την ψυχήν σου ζητούσιν 31 ότι φωνήν ως ωδινούσης ήκουσα του στεναγμού σου ως πρωτοτοκούσης φωνή θυγατρός Σιών εκλυθήσεται και παρήσει τας χείρας αυτής οίμοι εγώ ότι εκλείπει η ψυχή μου επί τοις ανηρημένοις
Copyright information for ABPGRK