Jeremiah 40

CHAPTER 40

Jeremiah Freed

1ο λόγος ο γενόμενος προς Ιερεμίαν παρά κυρίου ύστερον μετά το αποστείλαι αυτόν Ναβουζαρδάν τον αρχιμάγειρον εκ Ραμά εν τω λαβείν αυτόν εν χειροπέδαις εν μέσω αποικίας Ιούδα των αγομένων εις Βαβυλώνα 2και έλαβεν αυτόν ο αρχιμάγειρος και είπεν αυτώ κύριος ο θεός σου ελάλησε τα κακά ταύτα επί τον τόπον τούτον 3και εποίησε κύριος καθώς ελάλησεν ότι ημάρτετε αυτώ και ουκ ηκούσατε της φωνής αυτού και εγένετο υμίν ο λόγος ούτος 4νυν δε ιδού έλυσά σε από των χειροπεδών των επί τας χείράς σου ει καλόν εναντίον σου ελθείν μετ΄ εμού εις Βαβυλώνα ήκε και θήσω τους οφθαλμούς μου επί σε ει δε μη απότρεχε ιδού πάσα η γη ενώπιόν σου εις καλόν και εις αρεστόν εν οφθαλμοίς σου του πορευθήναι εκεί πορεύου

Gedaliah Appointed Over Judah

5και ανάστρεψον προς τον Γοδολίαν υιόν Αχικάμ υιόυ Σαφάν ον κατέστησε βασιλεύς Βαβυλώνος εν γη Ιούδα και οίκησον μετ΄ αυτού εν μέσω του λαού εις πάντα τα αγαθά εν οφθαλμοίς σου του πορευθήναι πορεύου και έδωκεν αυτώ ο αρχιμάγειρος εστιατορίαν και δώρα και απέστειλεν αυτόν 6και ήλθε προς Γοδολίαν εις Μασσηφάθ και εκάθισεν εν μέσω του λαού του καταλειφθέντος εν τη γη 7και ήκουσαν πάντες οι ηγεμόνες της δυνάμεως της εν αγρώ αυτοί και οι δύναμις αυτών ότι κατέστησε βασιλεύς Βαβυλώνος τον Γοδολίαν εν τη γη και ότι παρακατέθετο αυτώ άνδρας και γυναίκας αυτών και τα νήπια και περί των πενήτων της γης ους ουκ απώκισεν εις Βαβυλώνα 8και ήλθον προς Γοδολίαν εις Μασσηφάθ και Ισμαήλ υιός Ναθανίου και Ιωάναν υιός Καρεέ και Σαραϊας υιός Θαναεμέθ και υιοί Οφεί του Νετοφατί και Ιεζωνίας υιός του Μααχαθί αυτοί και οι άνδρες αυτών 9και ώμοσεν αυτοίς Γοδολίας και τοις ανδράσιν αυτών λέγων μη φοβηθήτε από προσώπου των παίδων των Χαλδαίων κατοικήσατε εν τη γη και εργάζεσθε τω βασιλεί Βαβυλώνος και βέλτιον έσται υμίν 10και ιδού εγώ κάθημαι εις Μασσηφάθ στήναι κατά πρόσωπον των Χαλδαίων οι αν έλθωσιν εφ΄ ημάς και υμείς συναγάγετε οίνον και οπώραν και έλαιον και βαλετε εις τα αγγεία υμών και οικήσατε εν ταις πόλεσιν αις κατεκρατήσατε 11και πάντες οι Ιουδαίοι οι εν Μωάβ και εν υιοίς Αμμών και οι εν τη Ιδουμαία και οι εν πάση τη γη ήκουσαν ότι έδωκε βασιλεύς Βαβυλώνος κατάλειμμα τω Ιούδα και ότι κατέστησεν επ΄ αυτούς τον Γοδολίαν υιόν Αχικάμ 12και εστράφησαν πάντες οι Ιουδαίοι από παντός τόπου εις ον διεσπάρησαν και ήλθον προς Γοδολίαν εις γην Ιούδα εις Μασσηφάθ και συνήγαγον οίνον και οπώραν πολλήν σφόδρα και έλαιον

Plot Against Gedaliah

13και Ιωανάν υιός Καριέ και πάντες οι ηγεμόνες της δυνάμεως οι εν τοις αγροίς ήλθον προς τον Γοδολίαν εις Μασσηφάθ 14και είπαν αυτώ ει γνώσει γινώσκεις ότι Βελεισσά βασιλεύς υιών Αμμών απέστειλε προς σε τον Ισμαήλ υιόν Ναθανία πατάξαι ψυχήν σου και ουκ επίστευσεν αυτοίς Γοδολίας υιός Αχικάμ 15και Ιωανάν υιός Καριέ είπεν τω Γοδολία κρυφαίως εν Μασσηφάθ πορεύσομαι δη και πατάξω τον Ισμαήλ υιόν Ναθανία και μηθείς γνώτω μη πατάξη σου ψυχήν και διασπαρή πας Ιούδας οι συνηγμένοι προς σε και απολούνται οι επίλοιποι Ιούδα 16και είπε Γοδολίας προς Ιωάναν υιόν Καριέ μη ποιήσης το πράγμα τουτο ότι ψευδή συ λέγεις υπέρ Ισμαήλ
Copyright information for ABPGRK