Jeremiah 42

CHAPTER 42

Jeremiah's Message to Johanan

1και προσήλθον πάντες οι ηγεμόνες της δυνάμεως και Ιωάναν υιός Καριέ και Ιεζονίας υιός Ωσαίου και πας ο λαός από μικρού και έως μεγάλου 2και είπον προς Ιερεμίαν τον προφήτην πεσέτω δη το έλεος ημών κατά πρόσωπόν σου και πρόσευξαι προς κύριον τον θεόν σου περί των καταλοίπων τούτων ότι κατελείφθημεν ολίγοι από πολλών καθώς οι οφθαλμοί σου βλέπουσι 3και αναγγειλάτω ημίν κύριος ο θεός σου την οδόν η πορευσόμεθα εν αυτή και λόγον ον ποιήσομεν 4και είπεν αυτοίς Ιερεμίας ο προφήτης ήκουσα ιδού προσεύξομαι προς κύριον τον θεόν ημών κατά τους λόγους υμών και έσται ο λόγος ον αποκριθήσεται κύριος αναγγελώ υμίν ου μη κρύψω αφ΄ υμών ρήμα 5και αυτοί είπαν τω Ιερεμία έστω κύριος εν ημίν εις μάρτυρα δίκαιον και πιστόν ει μη κατά πάντα τον λόγον ον αν αποστείλη σε κύριος ο θεός σου προς ημάς ούτως ποιήσωμεν 6και εάν αγαθόν και εάν κακόν της φωνής κυρίου του θεού ημών ου ημείς αποστέλλομέν σε προς αυτόν ακουσόμεθα ίνα βέλτιον ημίν γένηται ότι ακουσόμεθα της φωνής κυρίου του θεού ημών 7και εγενήθη μετά δέκα ημέρας εγενήθη λόγος κυρίου προς Ιερεμίαν 8και εκάλεσε τον Ιωάναν υιόν Καριέ και τους ηγεμόνας της δυνάμεως και πάντα τον λαόν από μικρού και έως μεγάλου

Jeremiah Reassures the Remnant

9και είπεν αυτοίς ούτως είπε κύριος ο θεός Ισραήλ ου απεστάλκατέ με προς αυτόν ίνα πέση η δέησις υμών έμπροσθεν αυτού 10εάν καθίσαντες καθίσητε εν τη γη ταύτη και οικοδομήσω υμάς και ου μη καθελώ και φυτεύσω υμάς και ου μη εκτίλω ότι αναπέπαυμαι επί τοις κακοίς οις εποίησα υμίν 11μη φοβηθήτε από προσώπου του βασιλέως Βαβυλώνος ου υμείς φοβείσθε από προσώπου αυτού μη φοβηθήτε φησί κύριος ότι μεθ΄ υμών εγώ του εξαιρείσθαι υμάς και σώζειν υμάς εκ χειρός αυτού 12και δώσω υμίν έλεος και ελεήσω υμάς και επιστρέψω υμάς εις την γην υμών 13και ει λέγετε υμείς ου μη καθίσωμεν εν τη γη ταύτη προς το μη ακούσαι της φωνής κυρίου του θεού υμών 14λέγοντες μηδαμώς ότι εις γην Αιγύπτου εισελευσόμεθα και ου μη είδωμεν πόλεμον και φωνήν σάλπιγγος ου μη ακούσωμεν και εν άρτοις ου μη πεινάσωμεν και εκεί οικήσομεν 15διά τούτο ακούσατε λόγον κυρίου κατάλοιποι Ιούδα ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ εάν υμείς δώτε το πρόσωπον υμών εις Αίγυπτον και εισέλθητε εκεί κατοικείν 16και έσται η ρομφαία ην υμείς φοβείσθε από προσώπου αυτής ευρήσει υμάς εν Αιγύπτου και ο λιμός ου υμείς λόγον έχετε από προσώπου αυτού καταλήψεται υμάς εν Αιγύπτω και εκεί αποθανείσθε 17και έσονται πάντες οι άνθρωποι οι θέντες το πρόσωπον αυτών του εισελθείν εις γην Αιγύπτου ενοικείν εκεί εκλείψουσιν εν τη ρομφαία και εν τω λιμώ και λοιμώ και ουκ έσται αυτών ουδείς σωζόμενος από των κακών ων εγώ επάγω επ΄ αυτούς 18ότι ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ καθώς έσταξεν ο θυμός μου επί τους κατοικούντας Ιερουσαλήμ ούτως στάξει ο θυμός μου εφ΄ υμάς εισελθόντων υμών εις Αίγυπτον και έσεσθε εις άβατον και υποχείριοι και εις αράν και εις ονειδισμόν και ου μη ίδητε ουκέτι τον τόπον τούτον 19α ελάλησε κύριος εφ΄ υμάς τους καταλοίπους Ιούδα μη εισέλθητε εις Αίγυπτον και νυν γνόντες γνώσεσθε ότι εμαρτυρησάμην υμίν σήμερον 20ότι επονηρεύσασθε εν ψυχαίς υμών αποστείλαντές με προς κύριον τον θεόν υμών λέγοντες πρόσευξαι περί ημών προς κύριον και κατά πάντα α αν λαλήση σοι κύριος ο θεός ημών ούτως απάγγειλον ημίν και ποιήσομεν 21και απήγγειλα υμίν και ουκ εισηκούσατε της φωνής κυρίου του θεού υμών κατά πάντα όσα απέστειλε προς υμάς 22και νυν εν ρομφαία και εν λιμώ και εν λοιμώ εκλείψετε εν τω τόπω ω υμείς βούλεσθε εισελθείν κατοικείν εκεί
Copyright information for ABPGRK