Jeremiah 43

CHAPTER 43

The People Reject Jeremiah's Words

1και εγένετο ως επαύσατο Ιερεμίας λαλών προς τον λαόν πάντας τους λόγους κυρίου του θεού αυτών ους απέστειλεν κύριος ο θεός αυτών προς αυτούς πάντας τους λόγους τούτους 2και είπεν Αζαρίας υιός Ωσαίου και Ιωάναν υιός Καριέ και πάντες οι άνδρες οι υπερήφανοι οι ειπόντες τω Ιερεμία ψευδή συ λαλείς ουκ απέστειλέ σε κύριος ο θεός ημών προς ημάς ειπείν μη εισέλθητε εις Αίγυπτον οικείν εκεί 3αλλα Βαρουχ υιός Νηρίου συμβάλλει σε προς ημάς ίνα δως ημάς εις χείρας των Χαλδαίων του θανατώσαι ημάς και αποικίσαι ημάς εις Βαβυλώνα 4και Ιωάναν υιός Καριέ και πάντες ηγεμόνες της δυνάμεως και πας ο λαός ουκ ήκουσαν της φωνής κυρίου κατοικήσαι εν γη Ιούδα 5και έλαβεν Ιωάναν και πάντες οι ηγεμόνες της δυνάμεως άπάντας τους καταλοίπους Ιούδα τους αποστραφέντας εκ πάντων των εθνών α διεσκορπίσθησαν εκεί κατοικείν εν τη γη Ιούδα 6τους δυνατούς άνδρας και τας γυναίκας και τα νήπια λοιπά και τας θυγατέρας του βασιλέως και τας ψυχάς ας κατέλιπε Ναβουζαρδάν ο αρχιμάγειρος μετά Γοδολίου υιόυ Αχικάμ και Ιερεμίαν τον προφήτην και Βαρούχ υιόν Νηρίου

The People Enter Egypt

7και εισήλθον εις Αίγυπτον ότι ουκ ήκουσαν της φωνής κυρίου και εισήλθον εις Τάφνας 8και εγένετο λόγος κυρίου προς Ιερεμίαν εν Τάφναις λέγων 9λάβε σεαυτώ λίθους μεγάλους και κατάκρυψον αυτούς εν προθύροις εν πύλη της οικίας Φαραώ εν Τάφναις κατ΄ οφθαλμούς ανδρών Ιούδα 10και ερείς ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ ιδού εγώ αποστέλλω και άξω Ναβουχοδονόσορ βασιλέα Βαβυλώνος τον δούλόν μου και θήσει τον θρόνον αυτού επάνω των λίθων τούτων ων κατέκρυψας και αρεί τα όπλα επ΄ αυτούς 11και εισελεύσεται και πατάξει γην Αιγύπτου ους εις θάνατον εις θάνατον και ους εις αποικισμόν εις αποικισμόν και ους εις ρομφαίαν εις ρομφαίαν 12και καύσει πυρ εν οικίαις των θεών αυτών και εμπυριεί αυτάς και αποικιεί αυτούς και φθειριεί γην Αιγύπτου ως φθειρίζει ποιμήν το ιμάτιον αυτού και εξελεύσεται εν ειρήνη 13και συντρίψει τους στύλους Ηλιουπόλεως τους εν Αιγύπτω και τας οικίας των θεών Αιγύπτου κατακαύσει εν πυρί
Copyright information for ABPGRK