Jeremiah 44

CHAPTER 44

The Word against the Jews in Egypt

ο λόγος ο γενόμενος προς Ιερεμίαν πάσι τοις Ιουδαίοις τοις κατοικούσιν εν γη Αιγύπτου και τοις καθημένοις εν Μαγδαλώ και εν Τάφνας και εν Μέμφοις και εν γη Παθουρής λέγων ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ υμείς εωράκατε πάντα τα κακά α επήγαγον επί Ιερουσαλήμ και επί τας πόλεις Ιούδα και ιδού εισίν έρημοι σήμερον από ενοικούντων από προσώπου πονηρίας αυτών ης εποίησαν παραπικράναί με πορευθέντες θυμιάν θεοίς ετέροις οις ουκ έγνων αυτοί και υμεις και οι πατέρες υμών και απέστειλα προς υμάς τους παίδάς μου τους προφήτας όρθρου και απέστειλα λέγων μη ποιήσητε το πράγμα της μολύνσεως ταύτης ης εμίσησα και ουκ ήκουσάν μου και ουκ έκλιναν το ους αυτών αποστρέψαι από των κακών αυτών προς το μη θυμίαν θεοίς ετέροις και έσταξεν η οργή μου και ο θυμός μου και εξεκαύθη εν πόλεσιν Ιούδα και έξωθεν Ιερουσαλήμ και εγενήθησαν εις ερήμωσιν και εις άβατον ως ημέρα αύτη και νυν ούτως είπε κύριος παντοκράτωρ ο θεός Ισραήλ ινατί υμείς ποιείτε κακά μεγάλα επί ψυχαίς υμών εκκόψαι υμών άνδρα και γυναίκα νήπιον και θηλάζοντα εκ μέσου Ιούδα προς το μη καταλειφθήναι υμών μηδένα παραπικράναι με εν τοις έργοις των χειρών υμών θυμιάν θεοίς ετέροις εν γη Αιγύπτω εις ην εισήλθετε κατοικείν εκεί ίνα εκκοπήτε και ίνα γένησθε εις κατάραν και εις ονειδισμόν εν πάσι τοις έθνεσι της γης μη επιλέλησθε υμείς των κακών των πατέρων υμών και των κακών των βασιλέων Ιούδα και των κακών των αρχόντων υμών και των κακών των γυναικών υμών ων εποίησαν εν γη Ιούδα και έξωθεν Ιερουσαλήμ 10 και ουκ επαύσαντο έως της ημέρας ταύτης και ουκ εφοβήθησαν και ουκ αντείχοντο των προσταγμάτων μου ων έδωκα κατά πρόσωπον αυτών και κατά πρόσωπον των πατέρων αυτών 11 διά τούτο ούτως είπε κύριος των δυνάμεων ο θεός Ισραήλ ιδού εγώ εφίστημι το πρόσωπόν μου εφ΄ υμάς εις κακόν του απολέσαι πάντα Ιούδα 12 και λήψομαι τους καταλοίπους Ιούδα οι έθεντο το πρόσωπον αυτών του εισελθείν εις γην Αιγύπτου του κατοικήσαι εκεί και εκλείψουσι πάντες εν γη Αιγύπτωου και πεσούνται εν ρομφαία και εν λιμώ εκλείψουσιν από μικρού έως μεγάλου και έσονται εις ονειδισμόν και εις απώλειαν και εις κατάραν 13 και επισκέψομαι επί τους καθημένους εν γη Αιγύπτω ως επεσκεψάμην επί Ιερουσαλήμ εν ρομφαία και εν λιμώ και εν θανάτω 14 και ουκ έσται σεσωσμένος ουδείς των επιλοίπων Ιούδα των παροικούντων εν γη Αιγύπτω του επιστρέψαι εις γην Ιούδα εφ΄ ην αυτοί ελπίζουσι ταις ψυχαίς αυτών του επιστρέψαι εκεί ου μη επιστρέψουσιν ει μη οι ανασωζόμενοι 15 και απεκρίθησαν τω Ιερεμία πάντες οι άνδρες οι γνόντες ότι θυμιώσιν αι γυναίκες αυτών θεοίς ετέροις και πάσαι αι γυναίκες συναγωγή μεγάλη και πας ο λαός οι καθήμενοι εν γη Αιγύπτου εν γη Παθούρης λέγοντες 16 τον λόγον ον ελάλησας προς ημάς τω ονόματι κυρίου ουκ ακουσόμεθά σου 17 ότι ποιούντες ποιήσομεν πάντα τον λόγον ος εξελεύσεται εκ του στόματος ημών θυμιάν τη βασιλίσση του ουρανού και σπένδειν αυτή σπονδάς καθά εποίησαμεν ημείς και οι πατέρες ημών και οι βασιλείς ημών και οι άρχοντες ημών εν πόλεσιν Ιούδα και έξωθεν Ιερουσαλήμ και επλήσθημεν άρτων και εγενόμεθα χρηστοί και κακά ουκ είδομεν 18 και ως διελίπομεν θυμιώντες τη βασιλίσση του ουρανού και σπένδοντες αυτή σπονδάς ηλαττώθημεν πάντες ημείς και εν ρομφαία και εν λιμώ εξελίπομεν 19 και ότι ημείς εθυμιώμεν τη βασιλίσση του ουρανού και εσπείσαμεν αυτή σπονδάς μη άνευ των ανδρών ημών εποιήσαμεν αυτή χαυώνας και εσπείσαμεν σπονδάς αυτή 20 και είπεν Ιερεμίας παντί τω λαώ τοις δυνατοίς και ταις γυναιξί και παντί τω λαώ τοις αποκριθείσιν αυτώ λόγους λέγων 21 ουχί του θυμιάματος ου εθυμιάσατε εν ταις πόλεσιν Ιούδα και έξωθεν Ιερουσαλήμ υμείς και οι πατέρες υμών και οι βασιλείς υμών και οι άρχοντες υμών και ο λαός της γης εμνήσθη κύριος και ανέβη επί την καρδίαν αυτού 22 και ουκ ηδύνατο κύριος έτι φέρειν από προσώπου πονηρίας πραγμάτων υμών και από των βδελυγμάτων υμών ων εποιήσατε και εγενήθη η γη υμών εις ερήμωσιν και εις άβατον και εις αράν ως η ημέρα αύτη 23 από προσώπου ων εθυμιάτε και ων ημάρτετε τω κυρίω και ουκ εισηκούσατε της φωνής κυρίου και εν τοις προστάγμασιν αυτού και εν τω νόμω αυτού και εν τοις μαρτυρίοις αυτού ουκ επορεύθητε και επελάβετο υμών τα κακά ταύτα ως η ημέρα αύτη 24 και είπεν Ιερεμίας τω λαώ και ταις γυναιξίν ακούσατε τον λόγον κυρίου πάσα Ιούδα οι εν γη Αιγύπτου 25 ούτως είπε κύριος ο θεός Ισραήλ υμείς και αι γυναίκες υμών τω στόματι υμών ελαλήσατε και ταις χερσίν υμών επληρώσατε λέγουσαι ποιούσαι ποιήσομεν τας ομολογίας ημών ας ωμολογήσαμεν θυμίαν τη βασιλίσση του ουρανού και σπένδειν αυτή σπονδάς εμμείνασαι ενεμείνατε ταις ομολογίαις υμών και ποιούσαι εποιήσατε 26 διά τούτο ακούσατε λόγον κυρίου πας Ιούδα οι καθήμενοι εν γη Αιγύπτω ιδού ώμοσα τω ονόματί μου τω μεγάλω είπε κύριος εάν γένηται έτι όνομά μου εν τω στόματι παντός Ιούδα ειπείν ζη κύριος κύριος εν πάση γη Αιγύπτου 27 ότι ιδού εγώ εγρήγορα επ΄ αυτούς του κακώσαι αυτούς και ουκ αγαθώσαι και εκλείψουσι πας Ιούδα οι κατοικούντες εν γη Αιγύπτω εν ρομφαία και εν λιμώ έως αν εκλείπωσι 28 και οι σεσωσμένοι από ρομφαίας επιστρέψουσιν εις γην Ιούδα ολίγοι αριθμώ και γνώσονται πάντες οι κατάλοιποι Ιούδα οι παροικούντες εν γη Αιγύπτου παροικήσαι εκεί λόγος τίνος εμμένει ο εμός η ο αυτών 29 και τούτο το σημείον λέγει κύριος υμίν ότι επισκέψομαι εγώ εφ΄ υμάς εν τω τόπω τούτω ίνα γνώτε ότι εμμενούσιν οι λόγοι μου εφ΄ υμάς εις κακά 30 ούτως είπε κύριος ιδού εγώ δίδωμι τον Φαραώ Ουαφρή βασιλέα Αιγύπτου εις χείρας εχθρού αυτού και εις χείρας ζητούντος την ψυχήν αυτού καθά δέδωκα τον Σεδεκίαν βασιλέα Ιούδα εις χείρας Ναβουχοδονόσορ βασιλέως Βαβυλώνος εχθρού αυτού και ζητούντος την ψυχήν αυτού
Copyright information for ABPGRK