Jeremiah 45

CHAPTER 45

The Message to Baruch

ο λόγος ον ελάλησεν Ιερεμίας ο προφήτης προς Βαρούχ υιόν Νηρίου ότε έγραψε τους λόγους τούτους εν τω βιβλίω από στόματος Ιερεμίου εν τω ενιαυτώ τω τετάρτω Ιωακείμ υιώ Ιωσία βασιλέως Ιούδα λέγων ούτως είπε κύριος ο θεός Ισραήλ επί σοι Βαρούχ ότι είπας οίμοι ότι προσέθηκε κύριος κόπον επι πόνον μου εκοιμήθην εν στεναγμοίς μου ανάπαυσιν ουχ εύρον είπον αυτώ ούτως είπε κύριος ιδού ους εγώ ωκοδόμησα εγώ καθαίρω και ους εφύτευσα εγώ εκτίλλω και πάσαν γην την εμού και συ ζητείς σεαυτώ μεγάλα μη ζητήσης ότι ιδού εγώ επάγω κακά επί πάσαν σάρκα λέγει κύριος και δώσω σοι την ψυχήν σου εις εύρημα εν παντί τόπω ου εάν βαδίσης εκεί
Copyright information for ABPGRK