Jeremiah 5

CHAPTER 5

The Rebellion of Israel

1περιδράμετε εν ταις οδοίς Ιερουσαλήμ και ίδετε και γνώτε και ζητήσατε εν ταις πλατείαις αυτής εάν εύρητε άνδρα ει έστι ποιών κρίμα και ζητών πίστιν και ίλεως έσομαι αυτοίς λέγει κύριος 2ζη κύριος λέγουσι διά τούτο ουκ εν ψεύδεσιν ομνύουσι 3κύριε οι οφθαλμοί σου εις πίστιν εμαστίγωσας αυτούς και ουκ επόνεσαν συνετέλεσας αυτούς και ουκ ηθέλησαν δέξασθαι παιδείαν εστερέωσαν τα πρόσωπα αυτών υπέρ πέτραν και ουκ ηθέλησαν επιστραφήναι 4και εγώ είπα ίσως πτωχοί εισι διότι ουκ ηδυνήθησαν ότι ουκ έγνωσαν οδόν κυρίου και κρίσιν θεού 5πορεύσομαι προς τους αδρούς και λαλήσω αυτοίς ότι αυτοί επέγνωσαν οδόν κυρίου και κρίσιν θεού και ιδού ομοθυμαδόν συνέτριψαν ζυγόν διέρρηξαν δεσμούς 6διά τούτο έπαισεν αυτούς λέων εκ του δρυμού και λύκος έως των οικιών ωλόθρευσεν αυτούς και πάρδαλις εγρηγόρησεν επί τας πόλεις αυτών πάντες οι εκπορευόμενοι απ΄ αυτών θηρεύσονται ότι επλήθυναν ασεβείας αυτών ίσχυσαν εν ταις αποστροφαίς αυτών 7ποία τούτων ίλεως γένωμαί σοι υιοί σου εγκατέλιπόν με και ώμνυον εν τοις ουκ ούσι θεοίς και εχόρτασα αυτούς και εμοιχώντο και εν οίκοις πορνών κατέλυον 8ίπποι θηλυμανείς εγενήθησαν έκαστος επί την γυναίκα του πλησίον αυτού εχρεμέτιζεν 9μη επί τούτοις ουκ επισκέψομαι λέγει κύριος η έθνει τοιούτω ουκ εκδικήσει η ψυχή μου 10ανάβητε επί τους προμαχώνας αυτής και κατασκάψατε συντέλειαν δε μη ποιήσητε απολέσετε τα υποστηρίγματα αυτής ότι του κυρίου ουκ εισίν 11ότι αθετών ηθέτησεν εις εμέ λέγει κύριος ο οίκος Ισραήλ και ο οίκος Ιούδα 12εψεύσαντο τω κυρίω αυτών και είπον ουκ έστι ταύτα ουχ ήξει εφ΄ ημάς κακά και μάχαιραν και λιμόν ουκ οψόμεθα 13οι προφήται ημών ήσαν εις ανέμον και λόγος κυρίου ουχ υπήρχεν εν αυτοίς ούτως έσται αυτοίς 14διά τούτο τάδε λέγει κύριος παντοκράτωρ ανθ΄ ων ελαλήσατε το ρήμα τούτο ιδού εγώ δέδωκα τους λόγους μου εις το στόμα σου πυρ και τον λαόν τούτον ξύλα και καταφάγεται αυτούς

The Coming Destruction

15ιδού επάγω εφ΄ υμάς έθνος πόρρωθεν οίκος Ισραήλ λέγει κύριος έθνος ισχυρόν έθνος απ΄ αιώνος έθνος ου ουκ ακούση της φωνής της γλώσσης αυτού 16πάντες ισχυροί φαρέτρα αυτού ως τάφος ανεωγμένος 17και κατέδονται τον θερισμόν υμών και τους άρτους υμών και κατέδονται τους υιούς υμών και τας θυγατέρας υμών και κατέδονται τα πρόβατα υμών και τους μόσχους υμών και κατέδονται τους αμπελώνας υμών και τους συκώνας υμών και τους ελαιώνας υμών και αλοήσουσι τας πόλεις τας οχυράς υμών εφ΄ αις υμείς πεποίθατε επ΄ αυταίς εν ρομφαία 18και έσται εν ταις ημέραις εκείναις λέγει κύριος ο θεός σου ου μη ποιήσω υμάς εις συντέλειαν 19και έσται όταν είπητε τίνος ένεκεν εποίησε κύριος ο θεός ημών ημίν πάντα ταύτα και ερείς αυτοίς ανθ΄ ων εγκατελίπετέ με και εδουλεύσατε θεοίς αλλοτρίοις εν τη γη υμών ούτως δουλεύσετε αλλοτρίοις εν γη ουχ υμών 20αναγγείλατε ταύτα εις τον οίκον Ιακώβ και ακουσθήτω εν τω Ιούδα 21ακούσατε δη ταύτα λαός μωρός και ακάρδιος οφθαλμοί αυτοίς και ου βλέπουσιν ώτα αυτοίς και ουκ ακούουσι 22μη εμέ ου φοβηθήσεσθε λέγει κύριος η από προσώπου μου ουκ ευλαβηθήσεσθε τον τάξαντα άμμον όριον τη θαλάσση πρόσταγμα αιώνιον και ουχ υπερβήσεται αυτό και ταραχθήσεται και ου δυνήσεται και ηχήσουσι τα κύματα αυτής και ουχ υπερβήσεται αυτό 23τω δε λαώ τούτω εγενήθη καρδία ανήκοος και απειθής εξέκλιναν και απήλθοσαν 24και ουκ είπαν εν τη καρδία αυτών φοβηθώμεν δη κύριον τον θεόν ημών τον διδόντα ημίν υετόν πρώϊμον και όψιμον κατά καιρόν πληρώσεως προστάγματος θερισμού και εφύλαξεν ημίν 25αι ανομίαι υμών εξέκλιναν ταύτα και αι αμαρτίαι υμών απέστησαν τα αγαθά αφ΄ υμών 26ότι ευρέθησαν εν τω λαώ μου ασεβείς και παγίδα έστησαν διαφθείραι άνδρας και συνελαμβάνοσαν 27ως παγίς εφεσταμένη πλήρης πετεινών ούτως οι οίκοι αυτών πλήρεις δόλου διά τούτο εμεγαλύνθησαν και επλούτησαν 28επαχύνθησαν και παρέβησαν κρίσιν ουκ έκριναν κρίσιν ορφανού και κρίσιν χήρας ουκ εκρίνοσαν 29μη επί τούτοις ουκ επισκέψομαι λέγει κύριος η εν έθνει τοιούτω ουκ εκδικήσει η ψυχή μου 30έκστασις και φρικτά εγενήθη επί της γης 31οι προφήται προφητεύουσιν άδικα και οι ιερείς επεκρότησαν ταις χερσίν αυτών και ο λαός μου ηγάπησεν ούτως και τι ποιήσετε εις τα μετά ταύτα
Copyright information for ABPGRK