Jeremiah 7

CHAPTER 7

Judah's Idolatry and Immorality

ρήμα ο εγένετο προς Ιερεμίαν παρά κυρίου λέγον ίστα επί την πύλην του οίκου κυρίου και ανάγνωθι εκεί το ρήμα τούτο και ειπέ ακούσατε λόγον κυρίου πάσα Ιουδαία τάδε λέγει κύριος των δυνάμεων ο θεός Ισραήλ διορθώσατε τας οδούς υμών και τα επιτηδεύματα υμών και κατοικιώ υμάς εν τω τόπω τούτω μη πεποίθατε εφ΄ εαυτοίς επί λόγοις ψευδέσιν ότι το παράπαν ουκ ωφελήσουσιν υμάς λέγοντες ναός κυρίου ναός κυρίου εστιν ότι εάν διορθούντες διορθώσητε τας οδούς υμών και τα επιτηδεύματα υμών και ποιούντες ποιήσητε κρίσιν αναμέσον ανδρός και αναμέσον του πλησίον αυτού και προσήλυτον και ορφανόν και χήραν μη καταδυναστεύσητε και αίμα αθώον μη εκχέητε εν τω τόπω τούτω και οπίσω θεών αλλοτρίων μη πορεύησθε εις κακόν υμιν και κατοικιώ υμάς εν τω τόπω υμών εν γη ην έδωκα τοις πατράσιν υμών εξ αιώνος και έως αιώνος ει δε υμείς πεποίθατε επί λόγοις ψευδέσιν όθεν ουκ ωφεληθήσεσθε και φονεύετε και μοιχάσθε και κλέπτετε και ομνύετε επ αδίκω και θυμιάτε τη Βάαλ και πορεύεσθε οπίσω θεών αλλοτρίων ων ουκ οίδατε 10 του κακώς είναι υμίν και ήλθετε και έστητε ενώπιόν μου εν τω οίκω ου επικέκληται το όνομά μου επ΄ αυτώ και είπατε απεσχήμεθα του ποιείν πάντα τα βδελύγματα ταύτα 11 μη σπήλαιον ληστών ο οίκός μου ου επικέκληται το όνομά μου επ΄ αυτώ εκεί ενώπιον υμών και ιδού εγώ εώρακα λέγει κύριος 12 ότι πορεύθητε εις τον τόπον μου τον εν Σηλώ ου κατεσκήνωσα το όνομά μου επ΄ αυτώ εκεί έμπροσθεν και ίδετε α εποίησα αυτώ από προσώπου κακίας λαού μου Ισραήλ 13 και νυν ανθ΄ ων εποιήσατε πάντα τα έργα ταύτα και ελάλησα προς υμάς και ουκ ηκούσατέ μου και εκάλεσα υμάς και ουκ απεκρίθητε 14 καγώ ποιήσω τω οίκω τούτω ου επικέκληται το όνομά μου επ΄ αυτώ εφ΄ ω υμείς πεποίθατε επ΄ αυτώ και τω τόπω ω έδωκα υμίν και τοις πατράσιν υμών καθώς εποίησα τη Σηλώ 15 και απορρίψω υμάς από προσώπου μου καθώς απέρριψα τους αδελφούς υμών παν το σπέρμα Εφραϊμ 16 και συ μη προσεύχου περί του λαού τούτου και μη αξίου του ελεηθήναι αυτούς και μη εύχου και μη προσέλθης μοι περί αυτών ότι ουκ εισακούσομαι 17 η ουχ οράς τι αυτοί ποιούσιν εν ταις πόλεσιν Ιούδα και εν ταις οδοίς Ιερουσαλήμ 18 οι υιοί αυτών συλλέγουσι ξύλα και οι πατέρες αυτών καίουσι πυρ και αι γυναίκες αυτών τρίβουσι σταις του ποιήσαι χαυώνας τη στρατιά του ουρανού και έσπεισαν σπονδάς θεοίς αλλοτρίοις ίνα παροργίσωσί με 19 μη εμέ αυτοί παροργίζουσι λέγει κύριος ουχί εαυτούς όπως καταισχυνθή τα πρόσωπα αυτών 20 διά τούτο τάδε λέγει κύριος ιδού οργή και θυμός μου χείται επί τον τόπον τούτον και επί τους ανθρώπους και επί τα κτήνη και επί παν ξύλον του αγρού και επί τα γεννήματα της γης και καυθήσεται και ου σβεσθήσεται 21 τάδε λέγει κύριος τα ολοκαυτώματα υμών συναγάγετε μετά των θυσιών υμών και φάγετε κρέα 22 ότι ουκ ελάλησα προς τους πατέρας υμών και ουκ ενετειλάμην αυτοίς εν ημέρα ανήγαγον αυτούς εκ γης Αιγύπτου περί ολοκαυτωμάτων και θυσιών 23 αλλ΄ η το ρήμα τούτο ενετειλάμην αυτοίς λέγων ακούσατε της φωνής μου και έσομαι υμίν εις θεόν και υμείς έσεσθέ μοι εις λαόν και πορεύεσθε εν πάσαις ταις οδοίς μου αις αν εντείλωμαι υμίν όπως αν ευ η υμίν 24 και ουκ εισήκουσάν μου και ου προσέσχον το ους αυτών αλλά επορεύθησαν εν τοις ενθυμήμασι της καρδίας αυτών της κακής και εγενήθησαν εις τα όπισθεν και ουκ εις τα έμπροσθεν 25 αφ΄ ης ημέρας εξήλθοσαν οι πατέρες αυτών εκ γης Αιγύπτου και έως της ημέρας ταύτης και εξαπέστειλα προς υμάς πάντας τους δούλους μου τους προφήτας ημέρας και όρθρου και απέστειλα 26 και ουκ εισήκουσάν μου και ου προσέσχε το ους αυτών και εσκλήρυναν τον τράχηλον αυτών υπέρ τους πατέρας αυτών 27 και ερείς αυτοίς τούτον τον λόγον και ουκ ακούσονταί σε και καλέσεις αυτούς και ουκ αποκρινούσι σοι 28 και ερείς προς αυτούς τούτο το έθνος ο ουκ ήκουσε της φωνής κυρίου του θεού αυτών ουδέ εδέξατο παιδείαν εξέλιπεν η πίστις εκ στόματος αυτών 29 κείραι την κεφαλήν σου και απόρριπτε και ανάλαβε επί χειλέων θρήνον ότι απεδοκίμασε κύριος και απώσατο την γενεάν την ποιούσαν ταύτα

The Shrine of Tophet

30 ότι εποίησαν οι υιοί Ιούδα το πονηρόν εναντίον εμού λέγει κύριος έταξαν τα βδελύγματα αυτών εν τω οίκω ου επικέκληται το όνομά μου επ΄ αυτόν του μιάναι αυτόν 31 και ωκοδόμησαν τον βωμόν του Ταφέθ ος εστιν εν φάραγγι υιόυ Εννόμ του κατακαίειν τους υιούς αυτών και τας θυγατέρας αυτών εν πυρί ο ουκ ενετειλάμην αυτοίς και ου διενοήθην εν τη καρδία μου 32 διά τούτο ιδού ημέραι έρχονται λέγει κύριος και ουκ ερούσιν έτι βωμός του Ταφέθ και φάραγξ υιόυ Εννόμ αλλ΄ η φάραγξ των ανηρημένων και θάψουσιν εν τω Ταφέθ διά το μη υπάρχειν τόπον 33 και έσονται οι νεκροί του λαού τούτου εις βρώσιν τοις πετεινοίς του ουρανού και τοις θηρίοις της γης και ουκ έσται ο αποσοβών 34 και καταλύσω εκ πόλεων Ιούδα και εκ διόδων Ιερουσαλήμ φωνήν ευφραινομένων και φωνήν χαιρόντων φωνήν νυμφίου και φωνήν νύμφης ότι εις ερήμωσιν έσται πάσα η γη
Copyright information for ABPGRK