Job 10

CHAPTER 10

Job Claims Innocence

κάμνων τη ψυχή μου στένων επαφήσω επ΄ εμαυτόν τα ρήματά μου λαλήσω πικρία ψυχής μου συνεχόμενος και ερώ προς κύριον μη με ασεβείν δίδασκε και διατί με ούτως έκρινας η καλόν σοι εάν αδικήσω ότι απείπω έργα χειρών σου βουλή δε ασεβών προσέσχες η ώσπερ βροτός ορά καθοράς η καθώς ορά άνθρωπος βλέψη η ο βίος σου ανθρώπινός εστιν η τα έτη σου ανδρός ότι ανεζήτησας τας ανομίας μου και τας αμαρτίας μου εξιχνίασας οίδας γαρ ότι ουκ ησέβησα αλλά τις εστίν ο εκ χειρών σου εξαιρούμενος αι χείρες σου έπλασάν με και εποίησάν με μετά ταύτα μεταβαλών με έπαισας μνήσθητι ότι πηλόν με έπλασας εις δε γην με πάλιν αποστρέφεις 10 η ουχ ώσπερ γάλα με ήμελξας ετύρωσας δε με ίσα τυρώ 11 δέρμα και κρέας με ενέδυσας οστέοις δε και νευροίς με ενειρας 12 ζωήν δε και έλεος έθου παρ΄ εμοί η δε επισκοπή σου εφύλαξέ μου το πνεύμα 13 ταύτα έχων εν σεαυτώ οίδα ότι πάντα δύνασαι αδυνατεί δε σοι ουδέν 14 εάν τε γαρ αμάρτω φυλάσσεις με από δε ανομίας ουκ αθώόν με πεποίηκας 15 εάν τε γαρ ασεβής ω οίμοι εάν δε ω δίκαιος ου δύναμαι άραι κεφαλήν πλήρης γαρ ατιμίας ειμί 16 αγρεύομαι γαρ ώσπερ λέων εις σφαγήν πάλιν δε μεταβαλών δεινώς με ολέκεις 17 επανακαινίζων επ΄ εμέ την έτασίν μου οργή δε μεγάλη μοι εχρήσω επήγαγες δε επ΄ εμέ πειρατήρια 18 ινατί ουν εν κοιλίας με εξήγαγες και ουκ απέθανον οφθαλμός δε με ουκ είδε 19 και ώσπερ ουκ ων εγενόμην διατί γαρ εκ γαστρός εις μνήμα ουκ απηλλάγην 20 η ουκ ολίγος εστίν ο χρόνος του βίου μου έασόν με αναπαύσασθαι μικρόν 21 προ του με πορευθήναι όθεν ουκ αναστρέψω εις γην σκοτεινήν και γνοφεράν 22 εις γην σκότους αιωνίου ου ουκ έστι φέγγος ουδέ οράν ζωήν βροτών
Copyright information for ABPGRK