Job 11

CHAPTER 11

Sophar Claims Job's Afflictions Are Deserved

1υπολαβών δε Σωφάρ ο Μιναίος λέγει 2ο τα πολλά λέγων και αντακούσεται η και ο εύλαλος οίεται είναι δίκαιος ευλογημένος γεννητός γυναικός ολιγόβιος 3μη πολύς εν ρήμασι γίνου ου γαρ εστιν ο αντικρινόμενός σοι 4μη γαρ λέγε ότι καθαρός ειμι τοις έργοις και άμεμπτος εναντίον αυτού 5αλλά πως αν ο κύριος λαλήσαι προς σε και ανοίξει χείλη αυτού μετά σου 6είτα αναγγελεί σοι δύναμιν σοφίας ότι διπλούς έσται τω κατά σε και τότε γνώση ότι άξιά σοι απέβη παρά κυρίου ων ημάρτηκας 7η ίχνος κυρίου ευρήσεις η εις τα έσχατα αφίκου α εποίησεν ο παντοκράτωρ 8υψηλός ο ουρανός και τι ποιήσεις βαθύτερα δε των εν άδου τι οίδας 9η μακρότερα μέτρου γης η εύρους θαλάσσης 10εάν δε καταστρέψη τα πάντα τις ερεί αυτώ τι εποίησας 11αυτός γαρ οίδεν έργα ανόμων ιδών δε άτοπα ου παρόψεται 12άνθρωπος δε άλλως θρασύνεται λόγοις βροτός δε γεννητός γυναικός ίσα όνω ερημίτη 13ει γαρ συ καθαράν έθου την καρδίαν σου υπτιάζεις δε χείρας προς αυτόν 14ει άνομόν τι εστιν εν χερσί σου πόρρω ποίησον αυτό αδικία δε εν διαίτη σου μη αυλισθήτω 15ούτως γαρ αναλάμψει σου το πρόσωπον ώσπερ ύδωρ καθαρόν εκδύση δε ρύπον και ου μη φοβηθήση 16και τον κόπον επιλήση ώσπερ κύμα παρελθόν και ου πτοηθήση 17η δε ευχή σου ώσπερ Εωσφόρος εκ δε μεσημβρίας ανατελεί σοι ζωή 18πεποιθώς τε έση ότι εστί σοι ελπίς εκ δε μερίμνης και φροντίδος αναφανείταί σοι ειρήνη 19ησυχάσεις γαρ και ουκ έσται ο πολεμών σε μεταβαλόμενοι δε πολλοί σου δεηθήσονται 20σωτηρία δε αυτούς απολείψει η γαρ ελπίς αυτών απώλεια οφθαλμοί δε ασεβών τακήσονται
Copyright information for ABPGRK