Job 12

CHAPTER 12

Job Reproves His Friends

1υπολαβών δε Ιωβ λέγει 2είτα υμείς εστέ άνθρωποι η μεθ΄ υμών τελευτήσει σοφία 3καμοί μεν καρδία καθ΄ υμάς εστι 4δίκαιος γαρ ανήρ και άμεμπτος εγεννήθη εις χλεύασμα 5εις χρόνον γαρ τακτόν ητοίμαστο πεσείν υπό άλλων οίκους τε αυτού εκπορθείσθαι υπό ανόμων ου μην δε αλλά μηθείς πεποιθέτω πονηρός ων αθώος έσεσθαι 6όσοι παροργίζουσι τον κύριον ως ουχί και έτασις αυτών έσται 7αλλά δη ερώτησον τετράποδα εάν σοι είπωσιν η πετεινά του ουρανού εάν σοι απαγγείλωσιν 8εκδιήγησαι δε γη εάν σοι φράση και εξηγήσονταί σοι οι ιχθύες της θαλάσσης 9τις ουκ έγνω εν πάσι τούτοις ότι χειρ κυρίου εποίησε ταύτα 10ει μη εν χειρί αυτού η ψυχή πάντων των ζώντων και πνεύμα παντός ανθρώπου 11ους μεν γαρ ρήματα διακρίνει λάρυγξ δε σίτα γεύεται 12εν πολλώ χρόνω σοφία εν δε πολλώ βίω επιστήμη 13παρ΄ αυτώ σοφία και δύναμις αυτώ βουλή και σύνεσις 14εάν καταβάλη τις οικοδομήσει εάν κλείση κατά ανθρώπων τις ανοίξει 15εάν κωλύση το ύδωρ ξηρανεί την γην εάν δε επαφή απώλεσεν αυτήν καταστρέψας 16παρ΄ αυτώ κράτος και ισχύς αυτώ επιστήμη και σύνεσις 17διάγων βουλευτάς αιχμαλώτους κριτάς δε γης εξέστησε 18καθιζάνων βασιλείς επί θρόνους και περιέδησε ζώνην οσφύας αυτών 19εξαποστέλλων ιερείς αιχμαλώτους δυνάστας δε γης κατέστρεψε 20διαλλάσσων χείλη πιστών σύνεσιν δε πρεσβυτέρων έγνω 21εκχέων ατιμίας επ΄ άρχοντας ταπεινούς δε ιάσατο 22ανακαλύπτων βαθέα εκ σκότους εξήγαγε δε εις φως σκιάν θανάτου 23πλανών έθνη και απολλύων αυτά καταστρωννύων έθνη και καθοδηγών αυτά 24διαλλάσσων καρδίας αρχόντων γης επλάνησε δε αυτούς εν οδώ η ουκ ήδεισαν 25ψηλαφήσαισαν σκότος και μη φως πλανηθείησαν δε ώσπερ ο μεθύων
Copyright information for ABPGRK