Job 13

CHAPTER 13

Job's Reproof

ιδού ταύτα εωρακέ μου ο οφθαλμός και ακήκοε το ους μου και οίδα όσα και υμείς επίστασθε και ουκ ασυνετώτερός ειμι υμών ου μην δε αλλ εγώ προς κύριον λαλήσω ελέγξω δε εναντίον αυτού εάν βούληται υμείς δε εστέ ιατροί άδικοι και ιαταί κακών πάντες είη δε υμίν κωφεύσαι και αποβήσεται υμίν εις σοφίαν ακούσατε έλεγχον στόματός μου κρίσιν δε χειλέων μου προσέχετε πότερον ου κατέναντι κυρίου λαλείτε έναντι δε αυτού φθέγγεσθε δόλον η υποστελείσθε υμείς δε αυτοί κρίται γίνεσθε καλόν γε εάν εξιχνιάση υμάς ει γαρ τα πάντα ποιούντες προστεθήσεσθε αυτώ 10 ουδέν τι ήσσον ελέγξει υμάς ει δε και κρυφή πρόσωπα θαυμάσετε 11 πότερον ουχ η δίνα αυτού στροβήσει υμάς φόβος δε παρ΄ αυτού επιπεσείται υμίν 12 αποβήσεται δε υμών το γαυρίαμα ίσον σποδώ το δε σώμα πήλινον 13 κωφεύσατε ίνα λαλήσω και αναπαύσωμαι θυμού 14 αναλαβών τας σάρκας μου τοις οδούσι ψυχήν δε μου θήσω εν χειρί μου 15 εάν με χειρώσηται ο δυνάστης επεί και ήρκται η μην λαλήσω και ελέγξω εναντίον αυτού 16 και τούτό μοι αποβήσεται εις σωτηρίαν ου γαρ εναντίον αυτού δόλος εισελεύσεται 17 ακούσατε ακούσατε τα ρήματά μου αναγγελώ γαρ υμών ακουόντων 18 ιδού εγώ εγγύς ειμι του κρίματός μου οίδα εγώ ότι δίκαιος αναφανούμαι 19 τις γαρ εστιν ο κριθησόμενός μοι ότι νυν κωφεύσω και εκλείψω 20 δυείν δε μοι χρήση τότε από του προσώπου σου ου κρυβήσομαι 21 την χείρα απ΄ εμού απέχου και ο φόβος σου μη με καταπλησσέτω 22 είτα καλέσεις εγώ δε σοι υποακούσομαι η λαλήσεις εγώ δε σοι δώσω ανταπόκρισιν 23 πόσαι εισίν αι αμαρτίαι μου και αι ανομίαι μου δίδαξόν με τίνες εισί 24 διατί απ΄ εμού κρύπτη ήγησαι δε με υπεναντίον σου 25 η ως φύλλον κινούμενον υπό ανέμου ευλαβηθήση η ως χόρτω φερομένω υπό πνεύματος αντίκεισαί μοι 26 ότι κατέγραψας κατ΄ εμού κακά περιέθηκας δε μοι νεότητος αμαρτίας 27 έθου δε μου τον πόδα εν κωλύματι εφύλαξας δε μου πάντα τα έργα εις δε ρίζας ποδών μου αφίκου 28 ο παλαιούται ίσα ασκώ η ώσπερ ιμάτιον σητόβρωτον
Copyright information for ABPGRK