Job 15

CHAPTER 15

Job Held Liable for His Words

1υπολαβών δε Ελιφάζ ο Θαιμανίτης λέγει 2πότερον σοφός απόκρισιν δώσει συνέσεως πνεύματος και ενέπλησε πόνον γαστρός 3ελέγχων εν ρήμασιν οις ου δει εν λόγοις οις ουδέν όφελος 4ου και συ απεποιήσω φόβον συνετελέσω δε ρήματα τοιαύτα εναντίον του κυρίου 5ένοχος ει ρήμασι στόματός σου ου διέκρινας ρήματα δυναστών 6ελέγξαι σε το σον στόμα και μη εγώ τα δε χείλη σου καταμαρτυρήσαισάν σου 7τι γαρ μη πρώτος ανθρώπων εγεννήθης η προ θινών επάγης 8σύνταγμα κυρίου ακήκοας εις δε σε αφίκετο σοφία 9τι γαρ οίδας ο ουκ οίδαμεν η τι συνιείς ο ουχί και ημείς 10και γε πρεσβύτης και γε παλαιός εν ημίν βαρύτερος του πατρός σου ημέραις 11ολίγα ων ημάρτηκας μεμαστίγωσαι μεγάλως υπερβαλλόντως λελάληκας 12τι ετόλμησεν η καρδία σου η τι επήνεγκαν οι οφθαλμοί σου 13ότι θυμόν έρρηξας έναντι του κυρίου εξήγαγες δε εκ στόματος ρήματα τοιαύτα 14τις γαρ ων βροτός ότι έσται άμεμπτος η ως εσόμενος δίκαιος γεννητός γυναικός 15ει κατά αγίων ου πιστεύει ουρανός δε ου καθαρός εναντίον αυτού 16έα δε εβδελυγμένος και ακάθαρτος ανήρ πίνων αδικίας ίσα ποτώ 17αναγγελώ δε σοι άκουέ μου α δη εώρακα αναγγελώ σοι 18α σοφοί ερούσι και ουκ έκρυψαν πατέρες αυτών 19αυτοίς μόνοις εδόθη η γη και ουκ ήλθεν αλλογενής επ΄ αυτούς 20πας ο βίος ασεβούς εν φροντίδι έτη δε αριθμητά δεδομένα δυνάστη 21ο δε φόβος αυτού εν ωσίν αυτού όταν δοκή ήδη ειρηνεύειν ήξει αυτού η καταστροφή 22μη πιστευέτω αποστραφήναι από σκότους εντέταλται γαρ ήδη εις χείρας σιδήρου 23κατατέτακται δε εις σίτα γυψίν οίδε δε εν εαυτώ ότι μένει εις πτώμα ημέρα δε σκοτεινή αυτόν στροβήσει 24ανάγκη δε και θλίψις αυτόν καθέξει ώσπερ στρατηγός πρωτοστάτης πίπτων 25ότι ήρκε χείρας εναντίον του κυρίου έναντι δε παντοκράτορος ετραχηλίασεν 26έδραμε δε εναντίον αυτού ύβρει εν πάχει νώτου ασπίδος αυτού 27ότι εκάλυψε το πρόσωπον αυτού εν στέατι αυτού και εποίησε περιστόμιον επί των μηρίων 28αυλισθείη δε πόλεις ερήμους εισέλθοι δε οίκους αοικήτους α δε εκείνοι ητοίμασαν άλλοι αποίσονται 29ούτε μη πλουτισθή ούτε μη μείνη αυτού τα υπάρχοντα ου μη βάλη επί γης σκιάν 30ουδέ μη εκφύγη το σκότος τον βλαστόν αυτού μαράναι άνεμος εκπέσοι δε αυτού το άνθος 31μη πιστευέτω ότι υπομενεί κενά γαρ αποβήσεται αυτώ 32η τομή αυτού προ ώρας φθαρήσεται και ο ράδαμνος αυτού ου μη πυκάση 33τρυγηθείη δε ώπερ όμφαξ προ ώρας εκπέσοι δε ως άνθος ελαίας 34μαρτύριον γαρ ασεβούς θάνατος πυρ δε καύσει οίκους δωροδεκτών 35εν γαστρί δε λήψεται οδύνας αποβήσεται δε αυτώ κενά η δε κοιλία αυτού υποίσει δόλον
Copyright information for ABPGRK