Job 16

CHAPTER 16

Job's Friends Are Bad Comforters

υπολαβών δε Ιωβ λέγει ακήκοα τοιαύτα πολλά παρακλήτορες κακών πάντες τι γαρ μη τάξις εστί ρήμασι πνεύματος η τι παρενοχλήσει σοι ότι αποκρίνη καγώ καθ΄ υμάς λαλήσω ει υπέκειτο γε η ψυχή υμών αντί της εμής ειτ΄ εναλούμαι υμίν ρήμασι κινήσω δε καθ΄ υμών κεφαλήν είη δε ισχύς εν τω στόματί μου κίνησιν δε χειλέων ου φείσομαι εάν γαρ λαλήσω ουκ αλγήσω το τραύμα εάν δε και σιωπήσω τι έλαττον τρωθήσομαι νυν δε κατάκοπόν με πεποίηκε μωρόν σεσηπότα και επελάβετό μου εις μαρτύριον εγενήθην και ανέστη εν εμοί το ψεύδός μου κατά πρόσωπόν μου ανταπεκρίθη οργή χρησάμενος κατέβαλέ με έβρυξεν επ΄ εμέ τους οδόντας βέλη πειρατών αυτού επ΄ εμοί επέπεσαν 10 ακίσιν οφθαλμών ενήλατο οξεί έπαισέ με εις τα γόνατα ομοθυμαδόν δε κατέδραμον επ΄ εμοί 11 παρέδωκε γαρ με ο κύριος εις χείρας αδίκων επί δε ασεβέσιν έρριψέ με 12 ειρηνεύοντα διεσκέδασέ με λαβών με της κόμης διέτιλε κατέστησέ με ώσπερ σκοπόν 13 εκύκλωσάν με λόγχαις βάλλοντες εις νεφρούς μου ου φειδόμενοι εξέχεαν εις την γην την χολήν μου 14 κατέβαλόν με πτώμα επί πτώματι έδραμον προς εμέ δυνάμενοι 15 σάκκον έρραψαν επί βύρσης μου το δε σθένος μου εν γη εσβέσθη 16 η γαστήρ μου συγκέκαυται από κλαυθμού επι δε βλεφάροις μου σκιά θανάτου 17 άδικον δε ουδέν ην εν χερσί μου ευχή δε μου καθαρά 18 γη μη επικαλύψης εφ΄ αίματι της σαρκός μου μηδέ είη τόπος τη κραυγή μου 19 και νυν ιδού εν ουρανοίς ο μάρτυς μου ο δε συνίστωρ μου εν υψίστοις 20 αφίκοιτό μου η δέησις προς κύριον έναντι δε αυτού στάζοι μου ο οφθαλμός 21 είη δε έλεγχος ανδρί εναντίον κυρίου και υιώ ανθρώπου τω πλησίον αυτού 22 έτη δε αριθμητά ήκασιν οδώ δε η ουκ επαναστραφήσομαι πορεύσομαι
Copyright information for ABPGRK