Job 17

CHAPTER 17

Job Loathes His Life

ολέκομαι πνεύματι φερόμενος δέομαι δε ταφής και ου τυγχάνω λίσσομαι κάμνων και τι ποιήσω έκλεψαν δε μου τα υπάρχοντα αλλότριοι τις εστίν ούτος τη χειρί μου συνδεθήτω ότι καρδίαν αυτών έκρυψας από φρονήσεως διά τούτο ου μη υψώσης αυτούς τη μερίδι αναγγελεί κακίας οφθαλμοί δε εφ΄ υιοίς ετάκησαν έθου δε με θρύλλημα εν έθνεσι γέλως δε αυτοίς απέβην πεπώρωνται γαρ από οργής οι οφθαλμοί μου πεπολιόρκημαι μεγάλως υπό πάντων θαύμα έσχεν αληθινούς επί τούτοις δίκαιος δε επί παρανόμω επανασταίη σχοίη δε πιστός την εαυτού οδόν καθαρός δε χείρας αναλάβοι θάρσος 10 ου μην δε αλλά πάντες ερείδετε και δεύτε δη ου γαρ ευρίσκω εν υμίν αληθές 11 αι ημέραι μου παρήλθον εν βρόμω ερράγη δε τα άρθρα της καρδίας μου 12 νύκτα εις ημέραν έθηκα φως εγγύς από προσώπου σκότους 13 εάν γαρ υπομείνω άδης μου ο οίκος εν δε γνόφω έστρωταί μου η στρωμνή 14 θάνατον επεκαλεσάμην πατέρα μου είναι μητέρα δε μου είναι και αδελφήν σαπρίαν 15 που ουν μου εστίν η ελπίς η τα αγαθά μου όψομαι 16 η μετ΄ εμού εις άδην καταβησονται η ομοθυμαδόν επί χώματος καταβησόμεθα
Copyright information for ABPGRK