Job 19

CHAPTER 19

Job Questions The LORD

υπολαβών δε Ιωβ λέγει έως τίνος έγκοπον ποιήσετε την ψυχήν μου και καθαιρείτέ με λόγοις γνώτε μόνον ότι ο κύριος εποίησέ με ούτως καταλαλείτέ μου ουκ αισχυνόμενοί με επίκεισθέ μοι ναι δη επ΄ αληθείας εγώ επλανήθην παρ΄ εμοί δε αυλίζεται πλάνος λαλήσαι ρήμα α ουκ έδει τα δε ρήματά μου πλανάται και ουκ επί καιρού έα δε ότι επ΄ εμοί μεγαλύνεσθε ενάλλεσθε δε μοι ονείδει γνώτε ουν ότι ο κύριος εστιν ο ταράξας οχύρωμα δε αυτού επ΄ εμέ ύψωσεν ιδού γελώ ονείδει και ου λαλήσω κεκράξομαι και ουδαμού κρίμα κύκλω περιωκοδόμημαι και ου μη διαβώ επί πρόσωπου μου σκότος έθετο την δε δόξαν μου απ΄ εμού εξέδυσεν αφείλε δε στέφανον από κεφαλής μου 10 διέσπασέ με κύκλω και ωχόμην εξέκοψε δε ώσπερ δένδρον την ελπίδα μου 11 δεινώς δε μοι οργή εχρήσατο ηγήσατο δε με ώσπερ εχθρόν 12 ομοθυμαδόν δε ήλθον τα πειρατήρια αυτού επ΄ εμοί τοις οδοίς μου εκύκλωσάν με εγκάθετοι 13 απ΄ εμού αδελφοί μου απέστησαν έγνωσαν αλλοτρίους η εμέ φίλοι δε μου ανελεήμονες γεγόνασιν 14 ου προσεποιήσαντό με οι εγγύτατοί μου και οι ειδότες μου το όνομα επελάθοντό μου 15 γείτονες οικίας θεράπαιναι τε μου αλλογενής ήμην εναντίον αυτών 16 θεράποντά μου εκάλεσα και ουχ υπήκουσε στόμα δε μου εδέετο 17 και ικέτευον την γυναίκά μου προσεκαλούμην δε κολακεύων υιούς παλλακίδων μου 18 οι δε εις τον αιώνά με απεποιήσαντο όταν αναστώ κατ΄ εμού λαλούσιν 19 εβδελύξαντό με οι ειδότες με ους δη ηγαπήκειν επανέστησάν μοι 20 εν δέρματί μου εσάπησαν αι σάρκες μου τα δε οστά μου εν οδούσιν έχεται 21 ελεήσατέ με ελεήσατέ με ω φίλοι χειρ γαρ κυρίου η αψαμένη μου εστί 22 διατί δε με διώκετε ώσπερ και ο κύριος από δε σαρκών μου ουκ εμπίπλασθε 23 τις γαρ αν δοίη γραφήναι τα ρήματά μου τεθήναι δε αυτά εν βιβλίω εις τον αιώνα 24 εν γραφείω σιδηρώ και μολίβδω η εν πέτραις εγγλυφήναι 25 οίδα γαρ ότι αένναος εστιν ο εκλύειν με μέλλων επί γης 26 αναστήσαι το δέρμα μου το αναντλούν ταύτα παρά γαρ κυρίου ταύτά μοι συνετελέσθη 27 α εγώ εμαυτώ συνεπίσταμαι α οφθαλμός μου εώρακε και ουκ άλλος πάντα δε μοι συντετέλεσται εν κόλπω 28 ει δε και ερείτε τι ερούμεν εναντίον αυτού και ρίζαν λόγου ευρήσομεν εν αυτώ 29 ευλαβήθητε και υμείς από επικαλύμματος θυμός γαρ επί ανόμους επελεύσεται και τότε γνώσονται που εστιν αυτών η ύλη
Copyright information for ABPGRK