Job 22

CHAPTER 22

Eliphaz Accuses Job of Injustice

1υπολαβών δε Ελιφάζ ο Θαιμανίτης λέγει 2πότερον ουχί ο κύριός εστιν ο διδάσκων σύνεσιν και επιστήμην 3τι γαρ μέλει τω κυρίω εάν συ ήσθα τοις έργοις άμεμπτος η ωφέλεια ότι απλώσης την οδόν σου 4η λόγον σου ποιούμενος ελέγξει σε και συνεισελεύσεταί σοι εις κρίσιν 5πότερον ουχ η κακία σου εστί πολλή αναρίθμητοι δε σου εισίν αι αμαρτίαι 6ηνεχύραζες δε τους αδελφούς σου διακενής αμφίασιν δε γυμνών αφείλου 7ουδέ ύδωρ διψώντας επότισας αλλά πεινώντων εστέρησας ψωμόν 8εθαύμασας δε τινών πρόσωπα ώκισας δε πτωχούς επί της γης 9χήρας δε εξαπέστειλας κενάς ορφανούς δε εκάκωσας 10τοιγαρούν εκύκλωσάν σε παγίδες και εσπούδασε σε πόλεμος εξαίσιος 11το φως σοι σκότος απέβη κοιμηθέντα δε ύδωρ σε εκάλυψε 12μη ουχί ο τα υψηλά ναίων εφορά τους δε ύβρει φερομένους εταπείνωσε 13και είπας τι έγνω ο ισχυρός η κατά του γνόφου κρινεί 14νεφέλη αποκρυφή αυτού και ουχ οραθήσεται και γύρον ουρανού διαπορεύεται 15μη τρίβον αιώνιον φυλάξεις ην επάτησαν άνδρες άδικοι 16οι συνελήφθησαν άωροι ποταμός επιρρέων οι θεμέλιοι αυτών 17οι λέγοντες κύριος τι ποιήσει ημίν η τι επάξεται ημίν ο παντοκράτωρ 18ος δε ενέπλησε τους οίκους αυτών αγαθών βουλή δε ασεβών πόρρω αυτού 19ιδόντες δίκαιοι εγέλασαν άμεμπτος δε εμυκτήρισεν αυτούς 20ει μη ηφανίσθη η υπόστασις αυτών και το κατάλειμμα αυτών καταφάγεται πυρ 21γενού δη σκληρός εάν υπομείνης είτα ο καρπός σου έσται εν αγαθοίς 22έκλαβε δε εκ στόματος αυτού εξηγορίαν και ανάλαβε τα ρήματα αυτού εν καρδία σου 23εάν δε επιστραφής και ταπεινώσης σεαυτόν έναντι κυρίου πόρρω εποίησας από διαίτης σου άδικον 24θήση επί χώματι εν πέτρα και ως πέτρα χειμάρρου Ωφείρ 25έσται ουν σου ο παντοκράτωρ βοηθός από εχθρών καθαρόν δε αποδώσει σε ώσπερ αργύριον πεπυρωμένον 26είτα παρρησιασθήση έναντι κυρίου αναβλέψας εις τον ουρανόν ιλαρώς 27ευξαμένου δε σου προς αυτόν εισακούσεταί σου δώσει δε σοι αποδούναι τας ευχάς 28αποκαταστήσει δε σοι δίαιταν δικαιοσύνης επί δε οδοίς σου έσται φέγγος 29ότι εταπείνωσεν εαυτόν και ερείς υπερηφανεύσατο και κύφοντα τοις οφθαλμοίς σώσει 30ρύσεται αθώον και διασώθητι εν καθαραίς χερσί σου
Copyright information for ABPGRK