Job 23

CHAPTER 23

Job's Justification

υπολαβών δε Ιωβ λέγει και δη οίδα ότι εκ χειρός μου η έλεγξις μου εστί και η χειρ αυτού βαρεία γέγονεν επ΄ εμώ στεναγμώ τις δ΄ άρα γνοίη ότι εύροιμι αυτόν και έλθοιμι εις τέλος είποιμι δε εμαυτού κρίμα το δε στόμα μου εμπλήσω ελέγχων γνοίην δε ίαμα α μοι ερεί αισθοίμην δε τίνα μοι απαγγελεί και ει εν πολλή ισχύϊ επελεύσεταί μοι είτα εν απειλή μοι ου χρήσεται αλήθεια γαρ και έλεγχος παρ΄ αυτού εξαγαγοι δε εις τέλος μου το κρίμα εις γαρ πρώτα πορεύσομαι και ουκέτι ειμί τα δε επ΄ εσχάτοις τι οίδα αριστερά ποιήσαντος αυτού ου κατέσχον περιβαλεί δεξιά και ουκ όψομαι 10 οίδε γαρ ήδη οδόν μου διέκρινε με ώσπερ το χρυσίον 11 εξελεύσομαι δε εν εντάλμασιν αυτού οδούς γαρ αυτού εφύλαξα και ου μη εκκλίνω από ενταλμάτων αυτού 12 και ου μη παρέλθω εν δε κόλπω μου έκρυψα τα ρήματα αυτού 13 ει δε και αυτός έκρινεν ούτως τις εστίν ο αντειπών αυτώ ο γαρ αυτός ηθέλησε και εποίησε 14 διά τούτο επ΄ αυτώ εσπούδακα νουθετούμενος δε εφρόντισα αυτού 15 επί τούτω από προσώπου αυτού κατασπουδασθώ κατανοήσω και πτοηθήσομαι εξ αυτού 16 κυριός δε εμαλάκυνε την καρδίαν μου ο δε παντοκράτωρ εσπούδασέ με 17 ου γαρ ήδειν ότι επελεύσεταί μοι σκότος προ προσώπου δε μου εκάλυψε γνόφος
Copyright information for ABPGRK